Ancient Greek
1176 to 1240
Scholia In Euripidem, Scholia in Euripidis Troiades 1176-1240
Not analysed yet
1176. ἔνθεν ἐκγελᾷ: ἔνθεν ἀπὸ τῶν βοστρύχων τῶν ὀστέων ῥαγέντων διαχάσκει ὁ φόνος· φόνον δὲ λέγει τὸν ἐγκέφαλον. 1177. ἵνʼ αἰσχρὰ μὴ λέγω: ἵνα τὰ εἰθισμένα μὴ εἴπω· αἰσχρὸν γὰρ λέγειν ἐγκέφαλον. 1178. ὦ χεῖρες, ὡς εἰκοῦς: τῆς μὲν εἰκόνος καὶ τῆς εἰκασίας τοῦ πατρὸς κέκτησθέ τι, οἷον, ὅμοιοι μέν ἐστε τοῦ πατρὸς, ἐν δὲ τοῖς ἄρθροις ἐκλελυμένοι πρόκεισθε. 1182. ὦ μῆτερ, ηὔδας: ἔλεγες τοιαῦτα, φησὶν, ὅτι, ὅτε τεθνήξῃ, τὸν πλόκαμον σου κεροῦμαι, καὶ τοῦτο ἔλεγες, ὅτι ὑμνήσω σε μετὰ τῶν ὁμηλίκων. 1189. γράψειεν ἄν σε: εἰώθασιν ἐν τοῖς τάφοις τῶν ἀποθνησκόντων γράφειν τὰ ἀνδραγαθήματα. καὶ σὲ οὖν πῶς γράψει; ἆρα ὡς ἐφονεύθης ὑπὸ τῶν Ἑλλήνων, αἰσχύνην τοῖς Ἕλλησι, διʼ ὧν λέγει αὐτοὺς ἕνα παῖδα πεφοβῆσθαι. 1196. σὸς κεῖται τύπος: ὁ τοί τύπος τοῦ Ἕκτορος συμβέβηκεν εἶναι ἐκ τοῦ ἱδρῶτος, ἢ ἀπλῶς ὁ ἱδρὼς κεῖται, ὃν ἔσταξεν ὁ Ἕκτωρ ἐκ τοῦ μετώπου τοῖς περιδρόμοις τῆς ἀσπίδος. 1201. οὐ γὰρ ὁ δαίμων δίδωσιν εἰς κάλλος τὰς τύχας: ἀντὶ τοῦ, οὐκ ἔστιν εὐπρεπὴς οὐδὲ πο . 1204. τοῖς τρόποις γὰρ αἱ τύχαι: αἱ γὰρ τύχαι πηδῶσιν, ὅ ἐστι γίνονται κατὰ τοὺς τρόπους τοῦ εὐμεταβλήτου καὶ ἄλλοτε ἄλλῃ πηδῶντος ἀνθρώπου· ἔμπληκτος γὰρ ὁ εὐμετάβλητος. 1207. καὶ μὴν πρὸ χειρῶν: ἕτεραι Τρῳάδες φέρουσι σκῦλα τῷ τεθνηκότι Φρυγῶν. 1223. θανῇ γὰρ οὐ θανοῦσα: καίτοι συνθαπτομένη τῷ νεκρῷ οὐκ ἀποθανῇ. 1230. νεκρῶν ἴακχον: ἐγὼ στενάζω τὸν νεκρῶν ἴακχον, τὸν θρῆνον τὸν εἰς τὸν Ἴακχον, ὅν φασι Περσεφόνης εἶναι υἱόν. 1233. τλήμων ἰατρός: κἀγῶ, φησὶν, ἰατρὸς νομιζομένη, τὰ δὲ ἔργα τῶν ἰατρῶν οὐκ εἰδυῖα, τοῖς ῥάκεσι πληρώσω τὰ ἕλκη σου. 1240. οὐκ ἦν ἄῤ ἐν θεοῖσιν: οὐδὲν ἦν ἐν τοῖς θεοῖς, φησὶν, εἰ μὴ ἡ Τροία καὶ οἱ ἐμοὶ πόνοι· οἷον περὶ οὐδενὸς ἐφρόντιζον οἱ θεοὶ εἰ μὴ περὶ ἐμοῦ καὶ τῶν ἐμῶν πόνων καὶ τῆς Τροίας τῆς μεγάλως μισουμένης.