Ancient Greek · ~8 min
1244 to 1315
Scholia In Euripidem, Scholia in Euripidis Troiades 1244-1315
Not analysed yet
1244. ἀφανεῖς ἂν ὄντες: νῦν, φησὶ, περιβόητοι ἐγενόμεθα· εἰ δὲ ὡς ἔτυχεν ἐπορθήθημεν οὐδὲ, ὑμνούμεθα. τρίτον δὲ τὸ ἄν παρέλαβε δέον ἅπαξ. Ἀττικὸν δὲ τὸ ἔθος. 1248. δοκῶ δὲ τοῖς θανοῦσιν: δοκῶ δὲ μηδὲν διαφέρειν τοῖς νεκροῖς τό τε πολυτελῆ καὶ ὀλίγον θάπτεσθαι. 1250. κενὸν δὲ γαύρωμʼ ἐστί: τὸ γὰρ πλουσίως ταφῆναι κόμπος μόνον ἐστὶ τοῖς ζῶσιν, οὐδὲν δὲ τοῖς τεθνηκόσι διαφέρει. 1254. μέγα δʼ ὀλβισθείς: νομισθεὶς δὲ εὐδαίμων εἶναι, τε δὴ ἀγαθῶν γονέων ὑπάρχων, νῦν ἐν συμφορᾷ δεινῇ περιπέπτωκας. 1257. λεύσσω φλογέας: ὁρῶ τοὺς Ἕλληνας πορθοῦντας τὴν Ἴλιον, ἵνα ταχέως ἀποπλεύσωσι. φλογέας δὲ ἅπτοντας. 1260. αὐδῶ λοχαγοῖς: λέγω, φησὶν, ὑμῖν, τοῖς τὸ Ἴλιον ἐπιτεταγμένοις πιμπράναι, μὴ ἀργεῖν. 1266. χωρεῖτε, Τρώων παῖδες: καὶ ὑμεῖς χωρεῖτε, ὦ Τρῳάδες. ἵνα ὁ λόγος δύο τάξεις ἔχῃ, τό τε συμβουλεύειν τοῖς καίουσι καὶ ὑμᾶς ἐξιέναι. μορφὰς δὲ εἰώθασι λέγειν τὰς τάξεις, ἵνα, φησὶ, δύο τάξεις ὁ λόγος ἔχῃ, ἵνα δι᾿ ἑνὸς λόγου δύο πράγματα γίνωνται. 1275. ἀλλʼ ὦ γεραιὲ πούς: πρὸς γὰρ αὐτὸν ὁ λόγος, ὡσεὶ ἔλεγε, συγκαυθῶ αὐτῇ. 1295. λέλαμπεν: τὸ Ἴλιον τῷ πυρὶ λέλαμπεν, ὁμοίως δὲ καὶ τὰ Πέργαμα καὶ τὰ τέραμνα τῶν Περγάμων. 1299. οὐρανία πεσοῦσα: πέσουσα δὲ ἡ γῆ τῇ οὐρανίᾳ, ὅ ἐστι τῇ ὑψηλῇ, ἑαυτῆς πτέρυγι, ὅ ἐστι τῇ ἀκροπόλει, καταφθίνει καὶ μαραίνεται τῷ πυρὶ ὡς καπνός. καταφθίνει γᾶ: ἡ δὲ γῆ, φησὶν, ὑπὸ τοῦ δόρατος φθίνει καὶ ὁ καπνὸς ὡσπερ πτέρυγι χρώμενος οὕτως ἀνίπταται. 1304. ἰαλέμῳ τοὺς θανόντας: ἀνακαλεῖς τοὺς τεθνηκότας θρήνῳ, οὐχ ὡς ἕτεροι σπονδαῖς. Ἄλλως. ἀνακαλοῦμαι, φησὶν, αὐτοὺς τὰ γεραιὰ μέλεα προστιθεῖσα τῇ γῇ καὶ ταῖς δισσαῖς χερσὶ κτυποῦσα τὴν γῆν. 1307. διάδοχόν σοι: οὐκοῦν, φησὶν, ἐγὼ διαδέχομαί σε, καὶ τῷ θρηνεῖν τὸ γόνυ τίθημι ἐπὶ τῆς γῆς. 1310. ἀγόμεθα: τ εγόμεθα δούλειον ὑπὸ μέλαθρον. 1315. θάνατος ὅσιον: ὅτι ἐπὶ τοῦ ἑρκείου Διὸς ἡ σφαγή. τινὲς δὲ διὰ τὸ αὐτὸν μὲν εἶναι ὅσιον, ἀνοσίαν δὲ τὴν σφαγήν.