Ancient Greek · ~2 min
1316 to 1325
Scholia In Euripidem, Scholia in Euripidis Troiades 1316-1325
Not analysed yet
1316. ἰὼ θεῶν μέλαθρα: ἰδίως τοὺς βωμοὺς, ἢ θεῶν μέλαθρα διὰ τὸ θεόκτιστον εἶναι τὴν πόλιν. 1320. κόνις δʼ ἴσα: ἡ δὲ κόνις καὶ ἡ σποδὸς, ὁμοίως τῷ καπνῷ ὡς πτέρυγι χρωμένη, ἄϊστον καὶ ἀφανῆ τὸν ἐμὸν οἶκον τίθησιν. ἡ δὲ σποδὸς, φησὶ, καθάπερ καπνὸς ἀναστήσεται πρός τὸν αἰθέρα τῶν ἐμῶν οἴκων ἀφανισθέντων πυρί. 1325. ἐμάθετε: αἰσθάνεσθε, φησὶ, πεσούσης τῆς Τροίας, ὡς τῶν Ἑλλήνων τὰ λείψανα καταρριπτούντων.