Ancient Greek
132 to 199
Scholia In Euripidem, Scholia in Euripidis Troiades 132-199
Not analysed yet
132. Κάστορι λώβαν: τὴν γενομένην τῷ Κάστορι λώβαν καὶ τῷ Εὐρώτα δύσκλειαν, τῷ ποταμῷ Λακεδαίμονος. κοινοποιεῖ δὲ ἐπὶ πάσης Ἑλλάδος. 139. σκηναῖς ἔφεδρος Ἀγαμεμνονείαις: αὕτη μὲν ἔξω τῆς σκηνῆς ἦν, ὁ δὲ χορὸς ἔσω. 141. κουρᾷ ξυρήκει: τῇ ξυρικῇ κουρᾷ ἐκκαρθεῖσα τὴν πενθίμην κεφαλὴν, ἀντὶ τοῦ πένθιμον κεφαλὴν ἔχουσα. 147. μάτηρ δʼ ὡσεὶ πτανοῖς: καθάπερ δὲ ὄρνισιν ἡ μήτηρ ἐξάρχει τὴν πτῆσιν, οὕτως κἀγὼ κατὰ τὴν κλαγγὴν καὶ τὸν θρῆνον ἐξάρχωἐξάρχω δὲ οὐ κατὰ τὴν μολπὴν ἐκείνην, ἣν εἰώθειν εὐτυχοῦσα λέγειν. 150. σκήπτρῳ Πριάμου: τῷ σκήπτρῳ τοῦ Πριάμου ἐπερειδομένη ταῖς εὐκόμποις πληγαῖς Φρύγιαι τοῦ ἀρχεχόρον ποδὸς ἐξῆρχον τοὺς θεοὺς, ὅ ἐστιν ἀνύμνουν. διερειδομένα: ἡ λέξις ἑκάτερον ἔχει, καὶ τὴν αὐτῆς ἀσθένειαν καὶ τὴν Πριάμου δυναστείαν. 168. ἔξω κομίζεσθʼ οἴκων: ἔξω τῶν οἴκων εὐτρεπίζεσθε, πρὸς τὸ πλεῖν στέλλεσθε ἑαυτάς. λέγει πρὸς τὰς λοιπὰς τὰς ἔσω, ἵνα τὸ ἡμιχόριον ἐξέλθῃ. 169. μὴ νῦν μοι τὰν ἐκβακχεύουσαν: ἐπειδὴ μέλλουσιν αἱ Τρῳάδες ἐξιέναι, συμβουλεύει ἡ Ἑκάβη μὴ ἐᾶν Κασάνδραν ἐξιέναι διὰ τὸ μαίνεσθαι. 171. αἰσχύναν Ἀργείοισιν: μὴ πέμψητε αὐτὴν αἰσχύνην τοῖς Ἕλλησιν, ἵνα καταισχύνωσιν αὐτὴν οἱ Ἕλληνες. 176. οἴιμρι: τὸ λοιπὸν ἡμιχόριον ἐξῆλθεν. 182. ὀρθρεύου σὰν ψυχάν: ἔπαιρε τὴν σεαυτοῦ ψυχὴν, ὁ χορέ. ἀπὸ μεταφορᾶς τῶν ὄρθρου ἐγειρομένων. 187. τίς μʼ Ἀργείων: τίς τῶν Θεσσαλῶν ποτὲ ἢ νησιωτῶν ἄξει με; ἢ Θεσσαλὸς ἢ Ἀργεῖος. 192. δειλαία νεκροῦ μορφά: ἥτις εἰμὶ δειλαία νεκροῦ μορφὴ, ἢ νεκρῶν ἄγαλμα. 193. ἄγαλμʼ, ἢ τὰν παρά τε προθύροις: ἢ θυρωρὸς ἐσομένη καὶ τὴν φυλακὴν τῶν προθύρων κατέχουσα, ἢ παίδων τροφὸς ἄγομαι. δέον, φησὶ, ταῦτα ποιῆσαι ἡ τῆς Τροίας δεσπότις. 197. ποίοις δʼ οἴκτοις: δύναται πρὸς τὴν Ἑκάβην, ἵνʼ ᾖ οὕτω, πῶς αὐταρκῶς δύνασαι τὰ κατὰ σὲ θρηνῆσαι; 199. οὐκ δαίοις ἱστοῖσι: οὐχ ὡς πρότερον ἥδον ἐν τοῖς ἱστοῖς δινεύουσα καὶ στρέφουσα τὴν κερκίδα.