Ancient Greek
ΕΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΤΡΩΙΑΔΑΣ.
Scholia In Euripidem, Scholia in Euripidis Troiades 122
Not analysed yet
122. ναῶν ὠκεῖαι: ὦ πρῷραι τῶν νηῶν, αἵτινες κώπαις ἀνὰ τὴν θάλασσαν καὶ τοὺς λιμένας μετʼ αὐλῶν βαίνουσαι τὴν πλεκτὴν τῆς Αἰγύπτου παιδείαν, ὅ ἐστι τὰ σχοινία, ἐν τοῖς κόλποις τῆς Τροίας ἐξήψασθε, τὴν Μενελάου γυναῖκα μετερχόμεναι. Ἄλλως. τὰ σχοινία, φησὶν, ἐν τῷ τῆς Τροίας λιμένι ἐξήψασθε τὰ πρυμνήσια. Αἰγύπτου δὲ παιδείαν τὰ σχοινία, καθὸ ἡ Αἴγυπτος τὴν βύβλον τρέφει. ὁ δὲ νοῦς τοιοῦτος, ὦ νῆες ἐπὶ αὐλῶν στυγνῷ παιᾶνι τὴν Τροίαν προσωρμίσατε. παρʼ ὅσον αὐλοῦσιν αὐλοὺς ἔχοντες εἰς τὰς ναῦς. “ἀλλʼ Ἡρακλῆς αὐλεῖ τις.”