Ancient Greek
20 to 29
Scholia In Euripidem, Scholia in Euripidis Troiades 20-29
Not analysed yet
20. δεκασπόρῳ χρόνῳ: ἀντὶ τοῦ διὰ δέκα ἐνιαυτῶν· ἔνθεν καὶ ποιὰς τοὺς ἐνιαυτοὺς ἔλεγον ἀπὸ τῆς τῶν καρπῶν ἀναδόσεως. 27. νοσεῖ τὰ τῶν θεῶν: ἀντὶ τοῦ ἐξασθενεῖ, οἷον τὰ τῶν θεῶν ἀμελούμενα ὑπὸ τῶν ἀνθρώπων. 29. βοῷ Σκάμανδρος: ἀντὶ τοῦ καταβοᾶται· ἐν τῷ αὐτὰς βοᾶν Νεοπτόλεμος καὶ ἄλλοι τινές.