Ancient Greek · ~8 min
325 to 401
Scholia In Euripidem, Scholia in Euripidis Troiades 325-401
Not analysed yet
325. πάλλε πόδʼ αἰθέριον: εἰς τὸν αἰθέρα χόρευε. λέγει δὲ Βακχικὰ ἐπιφθέγματα. 326. εὐὰν εὐοῖ: τὸ εὐὰν εὐοῖ Βακχικὰ ἐπιφθέγματα. εἰσὶ δὲ ἐπιρρήματα θειασμοῦ. διόρισον. τὰ δὲ θειασμοῦ, οἷον, εὖ οἷ εὖ ἄν. 330. ἀνάκτορον θυηπολῶ: ὥσπερ ἐν τῷ ἱερῷ οὖσα, οὕτως θυηπολῶ. ἢ οὕτως, ἡγοῦ σὺ τοῦ θυηπόλου. 341. βασίλεια: ταῦτά τινες τῷ Ταλθυβίῳ, τινὲς δὲ τῷ χορῷ ἐπιμερίζουσιν. 343. Ἥφαιστε, δᾳδουχεῖς: παρὰ τὸ πᾶν διαλέγεται· εἰ καὶ ἐν γάμοις δᾳδουχεῖς, ἀλλʼ οὐ νῦν ἐν εὐπραγίᾳ φαίνῃ. 350. ἐσωφρωνήκασʼ: σώφρονα πεποιήκασι, τὰ κακὰ σὲ οὐ πεπαιδεύκασιν. 351. δάκρυσί τʼ ἀνταλλάσσετε: δάκρυα, φησὶν, ἀνταλλάξατε ἀντὶ τῶν γαμηλίων χορῶν. τοῖς δὴ ταύτης γαμηλίοις μέλεσι δάκρυα ἀνταλλάξατε. 357. Ἑλένης γαμεῖ με: προμηνύει ὅτι δι᾿ αὐτὴν Ἀγαμέμνων ἀποθανεῖται, καὶ ἥδεται δοκοῦσα αὐτὸν ὥσπερ τιμωρῆσαι. 361. ἄλλατ’ ἐάσω: τινὰ, φησὶν, ἐάσω. διʼ ὧν δὲ δοκεῖ ἀποσιωπᾶν, διὰ τούτων λέγει. 366. ἔνθεος μέν: ἔνθεος μέν εἰμι καὶ ἐμμανὴς, ὅμως διὰ τὴν ἀλήθειαν ἔξω μωρίας καὶ βακχευμάτων δόξω εἶναι, ἐπειδὴ τὸ τὴν ἀλήθειαν λέγειν οὐκ ἔστι μαινομένου. τοσοῦτον οὖν, φησὶν, ἔξω γενήσομαι μανίας ὡς καὶ πιστεύεσθαι. 372. τέκνων ἀδελφῷ: τὸ ἐπὶ τῆς Ἰφιγενείας εἰπὼν πληθυντικῶς λέγει τέκνων ἀντὶ τοῦ τέκνου, ἀδελφῷ δὲ τῷ Μενελάῳ. 379. τὰ δʼ οἴκοι: οἷς εἶκον· καὶ γὰρ καὶ οἱ ἐν τοῖς οἴκοις ἀπέθνησκον, μὴ ὁρῶντες τοὺς οἰκείους. 381. οὐδὲ πρὸς τάφους: τῶν γὰρ τεθνηκότων οἱ παῖδες τιμῶσι τοὺς τεθνηκότας. 393. Ἀχαιοῖς ὧν ἀπῆσαν: ὧν, τούτων, τὸ μεταξὺ τῶν οἰκιῶν ἀποθνήσκειν, αἱ ἡδοναὶ τοῖς Ἕλλησιν ἀπῆσαν· οὕτως τούτων ἐστέρηντο. 396. ἵξις ἐξεργάζεται: παρουσία, ἄφιξις. ἀνδρεῖον αὐτὸν ἀπέδειξεν. γράφεται καὶ ἦρξις, ἵνʼ ᾖ καὶ ἡ ἔρξις καὶ ἡ πρᾶξις. 397. εἰ δʼ ἦσαν οἴκοι, χρηστός: ὁ Ἕκτωρ χρηστὸς γεννηθεὶς κατεσιωπήθη ἂν, εἰ μὴ ἐστράτευσαν ἐπὶ Ἴλιον. 398. Πάρις τʼ ἔγημε: ἑτερότροπόν ἐστιν· ἐπὶ γὰρ κακῷ ἔσχε τὸ κλέος, ὥσπερ ἡ Ἑλένη. Ὅμηρος “ὡς καὶ ὀπίσσω ἀνθρώποισι πελώμεθ᾿ ἀοίδιμοι.” 401. εἰ δʼ ἐς τόδʼ ἔλθοι: εἰ δὲ εἰς πόλεμον ἔλθοι, οὐκ αἰσχρὸν τῇ πόλει αὐτοῦ ἀποθνήσκειν.