Ancient Greek
407 to 448
Scholia In Euripidem, Scholia in Euripidis Troiades 407-448
Not analysed yet
407. μέλπεις θʼ ἅ :καὶ ταῦτα, φησὶν, ἃ εἴρηκας καλῶς, οὐ δείξεις αὐτὰ σαφῶς καλὰ καὶ ἀληθῆ. 408. εἰ μή σʼ Ἀπόλλων: μάταιός ἐστιν ὁ Τλθύβιος ἐπιπλήσσων καὶ λέγων, εἰ μὴ ἐμαίνου, ἐτιμωρήθης ἄν· πᾶς γάρ τις τοῖς μαινομένοις συμπεριφέρεται. 411. καὶ δοκήμασιν σοφά: τὰ τῷ δοκεῖν σοφά. λέγει δὲ περὶ Ἀγαμέμνονος, διὰ ταύτης ἐληλυθέναι εἰς ἔρωτα. τὰ σοφὰ, φησὶ, δοκοῦντα τῶν εὐτελῶν οὐκ ἔστι κρείσσονα· οἷον Ἀγαμέμνων ὁ σοφὸς οὐ διαφέρει τινὸς τῶν εὐτελῶν. 418. καὶ Φρυγῶν ἐπαινέσεις: τὰς ὕβρεις τὰς εἰς τοὺς Ἕλληνας καὶ τοὺς ἐπαίνους τοὺς εἰς τὴν Τροίαν ὑπὸ σοῦ λελεγμένους ἐῷ ἀνέμῳ φέρεσθαι. 420. καλὸν νύμφευμα: ἐν εἰρωνείᾳ ταῦτα λέγει. 424. τί ποτʼ ἔχουσι τοὔνομα: τί ποτε αὐτοῖς ἐστι τὸ ὄνομα τοῦτο, ὥστε κοινῇ ὑπὸ πάντων ἐχθαίρεσθαι. εἰσὶ δὲ καὶ ἕτεροι κήρυλες, οἱ περὶ τὰ δεῖπνα διακονοῦντες. Ὅμηρος κήρυκες δʼ αὐτοῖσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν. Ἄλλως. διὰ τί πάντες τὸ αὐτὸ ὄνομα ἔχουσιν εἰς ἀπέχθειαν ἐπιτήδειον; Ἄλλως. διὰ τί ποτε τὸ ὄνομα αὐτῶν τοιοῦτον ὥστε ὑπὸ πάντων μισεῖσθαι; 430. τἄλλα δʼ οὐκ ὀνειδιῶ: τὰ λοιπά· ἐν γὰρ Θρᾴκῃ κύων γενομένη ἀπέθανεν. 432. ὡς χρυσὸς αὐτῷ: τὰ ἐμὰ, φησὶ, καὶ τὰ τῶν Τρώων κακὰ νομίσει ποτὲ χρυσὸν εἶναι καὶ τίμια, παρὰ τὸ Ὁμηρικὸν “τρισμάκαρες Δαναοί.” 435. οὗ δὴ στενὸν δίαυλον: ὁ λόγος, ἐλεύσεται δὲ εἰς τὸν στενὸν δίαυλον τῆς πέτρας, ὅπου ἦν οἰκοῦσα ἡ Χάρυβδις, δηλονότι ἐπὶ τῆς πέτρας. δίαυλον δὲ λέγει τὸν αὐλῶνα· ἦσαν γὰρ οἱ σκόπελοι πλησίον ἀλλήλων, ὁ τῆς Σκύλλης καὶ ὁ τῆς Χαρύβδεως. 440. αἳ σάρκα φωνήεσσαν: καὶ Ὅμηρος “κρέα δʼ ἀμφʼ ὀβελοῖσι μέμυκεν.” 446. νυκτὸς, οὐκ ἐν ἡμέρᾳ: πρὸς Ἀγαμέμνονα λέγει· ἐν νυκτὶ γὰρ τέθνηκεν. 448. κἀμέ τοι νεκρὸν φάραγγες: τῷ ὕδατι τῷ χειμερινῷ ῥέουσαι, ἀπὸ τῶν ὀρῶν καταφέρουσαι, πλησίον τοῦ τάφου τοῦ Ἀγαμέμνονος κομίσουσί με· φονεύσασα γὰρ Ἀγαμέμνονα καὶ τὴν Κασάνδραν εἰς ὄρος ἔρριψεν. ὑπʼ οὐδενὸς δὲ παραδίδοται ἡ Κασάνδρα ἄταφος ἐκβεβλημένη. Ἄλλως. ὅτι ἰδικῶς ἱστορεῖ ἄταφον τὴν Κασάνδραν ἐκβεβλῆσθαι εἰς ὄρος.