Ancient Greek
ΕΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΤΡΩΙΑΔΑΣ.
Scholia In Euripidem, Scholia in Euripidis Troiades 821
Not analysed yet
821. Λαομεδόντιε παῖ: τὸν Γανυμήδην καθʼ Ὅμηρον Τρωὸς ὄντα παῖδα Λαομέδοντος νῦν εἶπεν ἀκολουθήσας τῷ τὴν μικρὰν Ἰλιάδα πεποιηκότι, ὃν οἱ μὲν Θεστορίδην Φωκέα φασὶν, οἱ δὲ Κιναίθωνα Λακεδαιμόνιον, ὡς Ἑλλάνικος, οἱ δὲ Διόδωρον Ἐρυθραῖον. φησὶ δὲ οὕτως ἄμπελον, ἦν Κρονίδης ἔπορεν οὖ παιδὸς ἄποινα χρυσείην φύλλοισιν ἀγανοῖσι κομόωσαν βότρυσί θʼ, οὓς Ἡφαιστος ἐπασκήσας Διὶ πατρὶ δῶχ᾿, ὁ δὲ Λαομέδοντι πόρεν Γανυμήδεος ἀντί. καὶ Ἀντιφάνης Λαομέδοντος παῖδα τὸν Γανυμήδην φησὶ διὰ τούτων τῶν οἰκιῶν οὖν ὧν ὁρᾷς ἐν τῇδε μὲν ὁ τῶν Φρυγῶν τύραννος οἰκῶν τυγχάνει γέρων, ἀπʼ ἀρχῆς Λαομέδων καλούμενος.