Ancient Greek · ~3 min
ΕΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΤΡΩΙΑΔΑΣ.
Scholia In Euripidem, Scholia in Euripidis Troiades 884
Not analysed yet
884. ὦ γῆς ὄχημα: τὴν γῆν ὀχῶν καὶ ἐπὶ γῆς ὀχούμενος. λέγει δὲ τὸν ἀέρα· ὦ συνέχων τὴν γῆν· ἔστι γὰρ καὶ ἐπάνωθεν ἀὴρ καὶ κάτω, ὡς τὴν γῆν εἶναι μετέωρον. ὦ ὄχημα τῆς γῆς ὅστις εἶ, εἴτε Ζεὺς εἴτε ἄλλο τι, ἐπάκουσον, εἴτε τὸν νοῦν τοῖς ἀνθρώποις ἐντιθείς. δύναται καὶ οὕτως· ὁ διήκων διὰ πάντα νοῦς. καὶ μήποτʼ ἐστὶ βέλτιον· καὶ γὰρ ἔνιοί φασιν, ὁ νοῦς ἡμῶν ὁ θεός· ὁρᾶται δὲ ἐκ τῶν Ἀναξαγορείων λόγων. Ἄλλως. ἔνιοι οὕτως· ὁ τὸν νοῦν τοῖς ἀνθρώποις τιθεὶς, ἢ ὁ διήκων ἐπὶ πάντας νοῦς, ὃ καὶ βέλτιον, εἴτε Ζεὺς ὁ τοιοῦτος ἀνθρωπόμορφος εἴτε φυσικὴ ἀνάγκη, ἢ τοιοῦτος νοῦς οἷον ἔχουσιν οἱ ἄνθρωποι, ἢ τοιοῦτον μὲν οὐδὲν, ἀναπλασμὸς δέ ἐστι τῆς ἡμῶν διανοίας ὁ θεός.