Ancient Greek
890 to 951
Scholia In Euripidem, Scholia in Euripidis Troiades 890-951
Not analysed yet
890. Μενέλαε: διὰ τί τολμηρῶς αὐτὸν Μενέλαον καὶ οὐ πόσιν προσαγορεύει; διὰ τὸ μετὰ φόβου ἐξάγεσθαι ἀρχήν φησι τοῦ λόγου ταύτην ἀξίαν φόβου τὸ Μενέλαον αὐτὸν καὶ οὐ πόσιν προσσγορεύειν. 901. οὐκ εἰς ἀκριβές: ὅ ἐστιν οὐκ εἰς τὸ ἀκριβὲς ἦλθεν ὥστε ἀριθμουμένων τῶν ψήφων εἰς τὸ βραχὺ ἐλθεῖν καὶ εἰς ἰσοψηφίαν καταντῆσαι. 906. ἄκουσον αὐτῆς: καταφέρεται εἰς τὸ νόσημα τῶν ἀντιθέσεων· ἡ γὰρ πρότερον λέγουσα “ὅρα μή σε ἕλῃ” νῦν φησιν “ἄκουσον αὐτῆς.” 911. σχολῆς τὸ δῶρον: ἀργίας, φησὶ, χρεία εἰς τὸ συγχωρῆσαι αὐτῇ εἰπεῖν· ὅμως ἕνεκα τῶν σῶν λόγων, ὦ Ἑκάβη, δίδωμι αὐτῇ τὸ παρρησιάζεσθαι, οὐχ ἕνεκα ταύτης. 916. ἅ σʼ οἶμαι: ἅπερ σε οἶμαι διὰ λόγων ἰόντα κατηγορήσειν, ταῦτα ταῖς ἀντιθέσεσιν ἀνατρέψω. 928. εἴ σφε κρίνειεν Πάρις: εἰ κρίνει αὐτὴν ὁ Πάρις βελτίονα. ταῦτα δὲ συλλογίζεται λέγουσα, ὅτι, εἰ μὴ εἵλετο ὁ Ἀλέξανδρος, ἐδούλευσεν τοῖς Τρωσὶν ἡ Ἑλλάς· ἡ γὰρ Ἀθηνᾶ τὴν βασιλείαν τῆς Ἑλλάδος αὐτῷ ὑπέσχετο. 932. οἰμοὶ γάμοι: οἱ ἐμοὶ γάμοι ὤνησαν τὴν Ἑλλάδα, καθὸ ἐκράτησε τῶν βαρβάρων· εἰ γὰρ ἐπείσθη τῇ ὑποσχέσει τῆς Ἀθηνᾶς, ἔμελλον ἂν νικᾶσθαι ὑπὸ τῶν βαρβάρων οἱ Ἕλληνες. 934. οὔτʼ εἰς δόρυ: οὔτε εἰς μάχην σταθέντες οὔτε ἐν τυραννίδι, οἷον οὐκ ἐτυραννήθησαν. οἷον, εἰ γὰρ ἡ Ἥρα ἐκράτησε, τύραννον ἔλεγε καταστῆσαι Ἀλέξανδρον, ἡ δὲ Ἀθηνᾶ εἰς μάχην. 938. οὔπω με φήσεις: ἀλλʼ ἐρεῖς με, φησὶ, μὴ εἰπεῖν τὰ ἀναγκαῖα. ποῖα δέ εἰσι τὰ ἀναγκαῖα; τὸ, πῶς ἀφώρμησα ἐκ τῶν σῶν οἴκων. 941. ὁ τῆσδʼ ἀλάστωρ: ἡ ἀπολογία αὕτη ἐστίν· ὁ ταύτης ἀλάστωρ στωρ ὁ Ἀλέξανδρος ἦλθε μεθʼ ἑαυτὸν ἄγων οὐ μικρὰν θεὸν τὴν Ἀφροδίτην. 943. σοῖσιν ἐν δόμοις: καὶ ταῦτα παρὰ τὴν ἱστορίαν φησίν· οὐ γὰρ παρόντος αὐτοῦ, ἀλλʼ ἀποδημοῦντος, ὁ Ἀλέξανδρος παρεγένετο. 951. ἔνθεν δʼ ἔχοις: τοῦτο καθʼ ἑαυτὸ ἀναγνωστέον· βούλεται γὰρ λέγειν ἐκ τῶν λέγεσθαι μέλλοντων· ἐνταῦθα ἔχεις εἰς ἐμὲ εὐπρεπῆ λόγον, διὰ τί ἀποθανόντος Ἀλεξάνδρου οὐκ ἦλθες εἰς ἐμέ.