Ancient Greek
ΕΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΤΡΩΙΑΔΑΣ.
Scholia In Euripidem, Scholia in Euripidis Troiades 975
Not analysed yet
975. αἳ παιδιαῖσι καὶ χλιδῇ μορφῆς πέρι ἦλθον πρὸς Ἴδην: ἀνοίκειον τοῦτο τοῦ ὑποκειμένου. ἔδει γὰρ αὐτὴν ἀνελεῖν καὶ μὴ εἰπεῖν ὅτι παίζουσαι ἦλθον εἰς τὴν τοῦ κάλλους ἔριν. διόπερ καὶ τοὺς ἐν Ἰλλιάδι στίχους ἀθετοῦσι τοὺς “ὃς νείκεσσε θεάς.” δύναται δὲ καὶ καθʼ ὑπόκρισιν ἐρωτηματικῶς ἀκούεσθαι, αἳ παιδιαῖς καὶ τρυφῇ ἦλθον εἰς Ἴδην οὐκ ἦλθον, οὐ δῆτα· ὥστε εἶναι πάντων τῶν προειρημένων ἀναιρετικόν. τὸν γὰρ ἐναντίον λόγον χειρίζουσα ὀφείλει ἀναιρεῖν ἐκεῖνα.