Ancient Greek · ~5 min
IV.
Scholia In Euripidem, Vitae Euripidis IV.
Not analysed yet
Θωμᾶ τοῦ Μαγίστρου σύνοψις τοῦ βίου τοῦ Εὑριπίδου. Εὐριπίδῃ τῷ ποιητῇ πατρὶς μὲν Ἀθῆναι, πατέρες δὲ Μνήσαρχος κάπηλος καὶ Κλειτὼ λαχανόπωλις. γεννηθεὶς δὲ ἐν Σαλαμῖνι τῇ πρὸ τῆς Ἀττικῆς νήσῳ ἐπὶ Καλλιάδου ἄρχοντος κατὰ τὴν οε΄ ὀλυμπιάδα, ὅτε καὶ τὸ τοῦ Ξέρξου ναυτικὸν κατεναυμάχησαν Ἀθηναῖοι, πρῶτον μὲν ἤσκησε παγκράτιον καὶ πυγμὴν, τοῦ πατρὸς αὐτῷ χρησμὸν λαβόντος ὅτι στεφανηφόρους ἀγῶνας ὁ παῖς αὐτῷ νικήσει. ὃ δὴ καὶ εἰς ἔργον προύβη· ἐνίκησε γὰρ ταῦτα Ἀθήνησιν. ἔπειτα εἰς λόγους ὡρμηκὼς ἐφοίτησε παρὰ Ἀναξαγόρᾳ καὶ Προδίκῳ καί τισιν ἄλλοις. ἀγχίνους δὲ ὢν, εἴπερ τις, καὶ τῷ πονεῖν ἑαυτὸν ἐκδεδωκὼς εἰς τραγῳδίαν ἐτράπη καὶ ἔλαμψεν ἐπὶ ταύτῃ σεμνῶς· πολλὰ γὰρ μνῆμα μὲν Ἑ΅λλὰς ἅπασ᾿ Εὑριπίδου, ὀστέα δʼ ἴσχει γῆ Μακεδών· ἥπερ δέξατο τέρμα βίου. πάτρη δʼ Ἑλλάδος Ἑλλὰς, Ἀθῆναι. πλεῖστα δὲ Μούσας τέρψας ἐκ πολλῶν παὶ τὸν ἔπαινον ἔχει. φασὶ δὲ ἐπὶ τῷ ἀκούσματι τῆς Εὐριπίδου τελευτῆς τοὺς μὲν Ἀθηναίους πάντας πενθῆσαι, Σοφοκλέα δὲ αὐτὸν μὲν καὶ φαιὸν ἐνδεδύσθαι χιτῶνα, τοὺς δὲ ὑποκριτὰς αὐτοῦ ἀστεφανώτους τῷ τότε εἰσαγαγεῖν πρὸς τὸν ἀγῶνα. οὕτω δʼ αὐτὸν Φιλήμων ἠγάπησεν ὡς καὶ τάδε περὶ αὐτοῦ τολμῆσαι εἰπεῖν εἰ ταῖς ἀληθείαισιν οἱ τεθνηκότες αἴσθησιν εἶχον, ἄνδρες ὥς φασίν τινες, ἀπηγξάμην ἂν, ὥστʼ ἰδεῖν Εὐριπίδην. οὕτως ἡγοῦντο πολλοῦ τινος ἄξιον.