Ancient Greek
ΣΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΔΑ., ΕΙΣ ΤΗΝ Ν.
Scholia in Homerum, Scholia in Iliadum 1
Not analysed yet
1. Ἐπεὶ ἐπειδή. ὅσα δηλοῖ τὸ ἐπεί, τὸ ὅτι “ἐπεὶ πολὺν ὤλεσα λαόν” (Il. 2, 115), καὶ ὅτε, ὡς νῦν, καὶ ἐπειδή, καὶ ἀφʼ οὗ. Τρῶάς τε καὶ ὅτι κεχώρικε τῶν Τρώων τὸν Εκτορα, ὡς κἀκεῖ “οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος, οὐδʼ ἄῤ ἔτʼ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος” (Il. 2, 641). ἄλλως· κεχώρικε τῶν λοιπῶν Τρώων τὸν Ἕκτορα κατʼ ἐξοχήν. μετὰ δὲ τὴν Ἰλίου πόρθησιν Ἕκτωρ ὁ Πριάμου καὶ μετὰ τὸν θάνατον τὴν ἀπὸ θεῶν εὐτύχησε τιμήν. οἱ γὰρ ἐν Βοιωτίᾳ Θηβαῖοι πιεζόμενοι κακοῖς ἐμαντεύοντο περὶ ἀπαλλαγῆς. χρησμὸς δὲ αὐτοῖς ἐδόθη παύσεσθαι τὰ δεινὰ, ἐὰν ἐξ Ὀφρυνίου τῆς Τρῳάδος τὰ Ἕκτορος ὀστᾶ διακομισθῶσιν εἰς τὸν παῤ αὐτοῖς καλούμενον τόπον Διὸς γονάς. οἱ δὲ τοῦτο ποιήσαντες καὶ τῶν κακῶν ἀπαλλαγέντες διὰ τιμῆς ἔσχον Ἔκτορα, κατά τε τοὺς ἐπείγοντας καιροὺς ἐπικαλοῦνται τὴν ἐπιφάνειαν αὐτοῦ. ἡ ἱστορία παρὰ Ἀριστοδήμῳ.