Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.1-11
Not analysed yet
5. Ἠὼς δʼ ἐκ λεχέων] τὸ ὅλον τοῦτο νομιστέον, ὅτι ἀπὸ τοῦ ἡλίον ἡμέρα γέγονεν. Τιθωνοῖο δὲ, ὡς εἰ ἔλεγεν Τιτανοῖο· Τιτὰν γὰρ ὁ Ἀπόλλων, ὅτι ἀπὸ Λητοῦς. τοῦτον δὲ καὶ ἥλιόν φασιν. ἐκ λεχέων δὲ, ὅτι σὺν αὐτῷ ἀεὶ θεωρεῖται· ἡμέρα γάρ ἐστι πεφω- τισμένος ἀὴρ ἡλίου ὑπὲρ γῆν ὄντος. μυθεύεται ὅτι Τιθωνὸν τὸν Λαομέδοντος καὶ Στρυμοῦς τῆς Σκα- μάνδρου υἱὸν, Πριάμου δὲ ἀδελφὸν, ἐκπρεπέστατον τῶν καθʼ ἑαυτὸν ἐν Ἰλίῳ γενόμενον ἐρασθεῖσα ἀνήρπασεν ἡ Ηὼς, καὶ μετεκομίσατο αὐτὸν εἰς τοὺς περὶ Αἰθιοπίαν τόπους, καὶ τῆς τούτου μετέλαβε κοίτης, καὶ δύο παῖδας ἐξ αὐτοῦ ἔσχεν, Ἡμαθίωνα καὶ Μέμνονα· Ἡμαθίωνα μὲν ἀνεῖλεν Ἡρακλῆς μὴ ἐῶντα δρέψασθαι τὰ χρύσεα μῆλα, Μέμνονα δὲ Ἀχιλλεύς. αἰτήσασθαι δὲ τὸν Τιθωνὸν παρὰ τῆς Ἡοῦς ἀθανασίαν· ὁ δὲ γέρων γενόμενος (διὰ γὰρ ἄγνοιαν οὐκ ᾐτήσατο καὶ ἀγηρασίαν) ἀχθόμενος καὶ τῶν ἐν βίῳ μὴ δυνάμενος μεταλαμβάνειν, παρεκάλει τὴν θεὸν, ὅπως αὐτὸν τοῦ ζῆν μεταλλάξῃ· ἡ δὲ (οὐ γὰρ ἦν αὐτὸν δυνατὸν ἀποθανεῖν) μετέβαλεν εἰς τέττιγα τὸν μουσικώτατον τῶν πτηνῶν, ὅπως καὶ διὰ τῆς φωνῆς αὐτοῦ τέρποιτο διηνεκῶς ἀκούουσα. *Λαομέδοντος παῖς, Πριάμου ἀδελφὸς, Ἡμέρας σύνευνος.