Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.2-9
Not analysed yet
4. ὅτι πολέμοιο τέρας τὸν εἰδωλοποιούμενον πόλεμον, τὸν ποι- ητικὸν τοῦ ἐνεργουμένου πολέμου, ὡς καὶ ἐν ἄλλοις (Il. 5, 593) κυδοι- μοῦ εἴδωλόν φησι τὴν Ἐνυὼ ἔχειν “ἡ μὲν ἔχουσα κυδοιμὸν ἀναιδέα.” οἱ δὲ ἀστραπήν φασι τὴν ἔριδα φέρειν, ὡς καὶ Ἀριστοφάνης· φησὶ γὰρ (Il. 10, 5) “ὡς δʼ ὅταν ἀστράπτῃ—τεύχων ἢ πολὺν,—ἠέ ποθι πτολέμοιο.” Ἀπολλώνιος δὲ τὸν κυδοιμὸν ἀναιδέα δηῖοτῆτα. οἱ δὲ τὸ ξίφος· διὰ γὰρ αὐτοῦ τὸν πόλεμον κατορθοῦσθαι. οἱ δὲ λαμπάδα διὰ τὸ ἐμπυρσεύεσθαι τὰς τῶν πολεμούντων ψυχάς. μετὰ δὲ τὸ ἀργαλέην βραχὺ διασταλτέον πρὸς τὸ σαφέστερον