Ancient Greek
Volume 1, EIΣ THN Γ.
Scholia in Homerum, Scholia in Iliadum 1.1-3
Not analysed yet
1. Αὐτὰρ ἐπεί] ἄμφω τὰς στρατιὰς διατυποῖ καὶ μέχρι τέλους οὐκ ἐξίσταται τοῦ ἤθους “ὥστ᾿ ὄϊες πολυπάμονος” (Il. 4, 433) καὶ ἐς Τρώων ὅμαδον κίεν” (Il. 7, 307). διαφέρει δὲ ὁ αὐτάρ τοῦ δέ, καθὸ ὁ μὲν αὐτάρ προτάσσεται, ὁ δὲ δέ ὑποτάσσεται. ζητεῖται δὲ πῶς δεῖ τὸν αὐτάρ σύνδεσμον προφέρεσθαι, πότερον ὀξυτόνως ἢ βα- ρντόνως. οἱ μὲν οὖν ὀξυτόνως ἀνεγνώκασιν, ὡς Καλλίμαχος, οἱ δὲ βαρυτόνως λόγῳ τῷδε· πᾶσα λέξις εἰς αρ λήγουσα βαρύνεται, οἷον ἄφαρ εἶθαρ μάκαρ δάμαρ στέαρ οὖθαρ. ῥητέον δὲ ὅτι οὐδεὶς συμ- πλεκτικὸς ἢ περισπᾶται ἢ βαρύνεται, πάντες δὲ ὀξύνονται. κόσμηθεν] ὁ τρόπος μεταφορὰ, ἀπὸ τοῦ κόσμου, ὅθεν καὶ ἡ τῶν ὅλων τάξις κόσμος ὑπὸ Πυθαγόρου εἴρηται· ἡ δὲ διάλεκτος Δωρίς. εὐταξία δὲ μάλιστα πόλεμος κατορθοῦται.