Ancient Greek
1.415 to 1.418
Scholia in Homerum, Scholia in Iliadum 1.415-418
Not analysed yet
868. Φθειρῶν τʼ ὄρος] τῆς Καρίας περὶ Μίλητον, διὰ τὸ πολλὰς ἔχειν πίτυς· οἱ γὰρ τόποι τῶν πιτύων φθεῖρες προσαγορεύονται. οἱ δὲ, ὅτι τὰ τῶν πιτύων μικρὰ στροβίλια οὕτως λέγονται, ἃ καὶ πιτυο- κάμπας φασίν. ἢ ἀπὸ Φθειρὸς τοῦ Ἐνδυμίωνος. 869. Μαιάνδρου] Μαίανδρος ποταμὸς ἀρχόμενος ἀπὸ Φρυγίας, ῥέων δὲ διὰ Καρίας εἰς θάλασσαν, πλησίον Μιλήτου. σκολιὸς δέ ἐστι καὶ πολλὰς ἐκροὰς ποιούμενος. 872. ὅτι ἐπὶ τοῦ Ἀμφιμάχου ἐστὶ τὸ ὃς καὶ χρυσὸν ἔχων, ὁ δὲ Σιμωνίδης ἐπὶ τοῦ Νάστου λέγει. καὶ ὅτι οὐ λέγει ὅπλα αὐτὸν ἔχειν χρυσᾶ, ὡς καὶ πάλιν ὁ Σιμωνίδης ἐξέλαβεν, ἀλλὰ κόσμον χρυσοῦν· λέγει γὰρ ἠΰτε κούρη. ἐνεπλέκοντο γὰρ χρυσὸν οἱ βάρβαροι. “πλοχμοί θʼ οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο” (Il. 17, 52). 877. Ξάνθου ἄπο δινήεντος] πᾶσα πρόθεσις μεταξὺ κυρίου καὶ ἐπιθετικοῦ τῷ κυρίῳ ἕπεται κατὰ Ἀρίσταρχον, κατὰ δὲ Πτολεμαῖον τῷ προσηγορική. κατὰ δὲ Ἀπολλώνιον πάντως ἀναστρέφεται· τὸ δὲ Ξάνθου πρὸς τοὺς Ζελείτας Λυκίους. Παράκειται τὰ Ἀριστονίκου σημεῖα, καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τοῦ Νικάνορος περὶ στιγμῆς.