Ancient Greek
1.1 to 1.3
Scholia in Homerum, Scholia in Iliadum 1.1-7-3
Not analysed yet
5. ἐπεί κε] ὅτι ἐν τισι γράφεται ἐπήν. ἐὰν δὲ οὕτως ἔχῃ, προενεκτέον ὑφ᾿ ἓν, κεκά μωσιν, ὡς λελάχωσιν. *οὔτως Ἀρίσταρχος, ἄλλοι δὲ ἐπήν κε. 6. ἐλαύνοντες] κατʼ ἔνια τῶν ὑπομνημάτων ἐρέσσοντες. τὸ δὲ λέλυνται ἐπὶ τὰ γυῖα ἀνενεκτέον. ὑπὸ] οὐκ ἀναστρεπτέον διὰ τὸν σύνδεσμον, ἄλλως τε καὶ τὸ ἑξῆς ἐστὶν ὑπολέλυντο. *πρὸς τὸ σχῆμα, ὡς “σπάρτα λέλυνται” (Il. 2, 135). 7. *τώ] Ἀμμώνιος ἐν τῷ πρὸς Ἀθηνοκλέα τοὶ Τρώεσσι προφέ- ρεται πληθυντικῶς. *τὼ οὕτως Ἀρίσταρχος τώ δυϊκῶς.