Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Η.
Scholia in Homerum, Scholia in Iliadum 1.4-4
Not analysed yet
8. *ἑλέτην ὁ μέν] βραχὺ διασταλτέον ἐπὶ τὸ ἑλέτην· ἡ γὰρ σύλληψις εἰς διάλυσιν τρέπεται. ὅτι ἑλέτην συλληπτικῶς, ὕστερον δὲ προσδιασαφεῖ. καὶ ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκε· τὸν γὰρ Ἀλέξανδρον κατείρηκεν. Ἀρηϊθόοιο] Ἀρηΐθοος ὁ Βοιώτιος, ἄριστος τῶν κατʼ αὐτὸν ἀνθρώπων, διαβὰς εἰς τὴν Ἀρκαδίαν (ἦν γὰρ ἁψιμαχία τις Βοιωτοῖς πολίταις καὶ τοῖς Ἀρκάσι περὶ γῆς ὅρων) πλείστην ἐντεῦθεν κατεσύρατο λείαν. καταφρόνησιν δὲ αὐτοῦ μεγάλην ἐμβαλόντος Ἀρκάσι, Αυ- κοῦργος ὁ τῶν ἐνταῦθα κράτιστος ἀνὴρ λόχον ποιήσας ἔπεισε τὴν πολλὴν τοῦ Ἀρηϊθόου φάλαγγα, ἀνεῖλέ τε αὐτὸν, καὶ ὑπολαβὼν τὴν λείαν ἔτι καὶ πρὸς ἄμυναν παντευχίαν μετὰ καὶ τῆς κορύνης. ἡ ἱστορία παρὰ Φερεκύδει.