Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Θ.
Scholia in Homerum, Scholia in Iliadum 1.1-8
Not analysed yet
1. Ἠὼς] σημαίνει πολλά. ὁτὲ μὲν τὸ κατάστημα τῆς ἡμέρας, ὡς ἔχει ἐνταῦθα· ὁτὲ δὲ καὶ ἡ σωματικὴ θεὸς, ὡς ἔχει ἐπὶ τοῦ “ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο” (Il. 11, 1)· ὁτὲ δὲ τὸ ἀπʼ ἀνατολῆς ἕως μεσημβρίας τοῦ ἡλίου διάστημα, ὡς ἐν τῷ “ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ” (66)· ὁτὲ δὲ τὸ τῆς νυκτὸς καὶ ἡμέρας διάστημα, ὡς ἐν τῷ “ἠὼς δέ μοί ἐστιν ἥδε δυω- δεκάτη, ὅτʼ ἐς Ἴλιον εἰλήλουθα” (Il. 21, 80). κροκόπεπλος] ὅταν πολὺ σκότους ἔχῃ, ὀλίγον δὲ φωτός. τὸ δὲ ῥοδοδάκτυλος ἐναντίον. ποιητικὴ δέ ἐστι περίφρασις, ὡς εἰ εἶπεν ἡμέρα μὲν γέγονεν. τὸ δὲ ἐκίδνατο ἐν παρατάσει· σφαιροειδὴς γὰρ οὖσα ἡ γῆ οὐ πᾶσα ὑφʼ ἓν φωτίζεται. Ἠὼς] ὅτι Ζηνόδοτος μετατίθησι τὴν ἀνατολὴν κάτω πρὸς τὸ “οἱ δʼ ἄρα δεῖπνον ἕλοντο” (53), ὥστε τὴν τῶν θεῶν ἀγορὰν ὀψὲ γίνεσθαι ἀπρεπῶς.