Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Η.
Scholia in Homerum, Scholia in Iliadum 1.167-4
Not analysed yet
482. κοίμησον] ὅτι διέστειλε τὸ κοιμηθῆναι καὶ τὸ ὑπνῶσαι. τοῦτο δὲ πρὸς τὸ ἐν Ὀδυσσείᾳ (20, 4) “Εὐρυνόμη δʼ ἄρ’ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι·” ἐπιφέρει γὰρ “κεῖτʼ ἐγρηγορόων.” Ζηνό- δοτος δὲ καὶ τοῦτον καὶ τὸν πρῶτον τῆς ἑξῆς ῥαψῳδίας ἦρκε στίχον. ὕπνου δῶρον] αὐτὸ τὸ κοίμημα, ὅπερ ἡμῖν ὁ σωματοειδὴς ὕπνος δωρεῖται. Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.