Ancient Greek
1.10 to 1.20
Scholia in Homerum, Scholia in Iliadum 1.10-2-20
Not analysed yet
13, 14. οὐ γὰρ ἔτ᾿ ἀμφὶς—φράζονται] διχογνωμοῦσι περὶ τῆς Ἰλίου· τουτέστιν οὐκέτι γὰρ οἱ τὸν Ὄλυμπον κατοικοῦντες θεοὶ διάφορα φρονοῦσιν, οἱ μὲν τὰ ὑπὲρ Τρώων, οἱ δὲ τὰ ὑπὲρ Ἑλλήνων. 20. στῆ δ᾿ ἄῤ ὑπὲρ κεφαλῆς] ὑπὲρ κεφαλῆς ἵσταται ὡς τῶν αἰσθήσεων φθεγγόμενος πλησίον· αἱ δὲ αἰσθήσεις ἀπὸ τῆς βάσεως τοῦ ἐγκεφάλου τὴν ἀρχὴν ἔχουσιν. τῷ δὲ Νέστορι ὡμοίωται· τῶν γὰρ ἐντίμων οὗτος, ἐν οἷς καὶ Διομήδης καὶ Αἴαντες. 21. *Νέστορι] μετὰ τὸ Νέστορι βραχὺ διασταλτέον, μετὰ δὲ τὸ τέλος τοῦ στίχου τελείαν θετέον. 23. τελεία στιγμὴ κατὰ τὸ τέλος, ἐπεὶ ἀσύνδετος ὁ λόγος. τέσσαρας δὲ αὕτη χρόνους σιωπῆς δύναται. 26. *ἄγγελος] τὴν λῶς ὀξυτονητέον διὰ τὸ εἰμί. 27. σεῦ] ὀρθοτονητέον τὴν σεῦ· ἀντιδιέσταλται γὰρ πρὸς τὸν Ἀχιλλέα. ἢ ὅτι πρόκειται τοῦ ῥήματος ἡ ἀντωνυμία. ὃς σεῦ ἄνευθεν ἐών] ὅτι τοῦτο ὀρθῶς πρὸς Πρίαμον Ἶρις λέγει (ΙΙ. 24, 174)· ἐπεὶ καὶ τίνος χάριν ἐλεεῖν αὐτὸν μέλλει; 28. *θωρῆξαί σε] τοῦ θωρῆξαι τὴν τελευταίαν ὀξυτονητέον· ἀπο- λελυμένη γάρ ἐστιν ἡ σέ. 35. *ἀπεβήσετο] εἰ μὲν ἀντὶ τοῦ ἀπέβαινε παρατατικοῦ, διὰ τοῦ ε γραπτέον, εἰ δὲ ἀντὶ τοῦ ἀπέβη ἀορίστου, διὰ τοῦ α γραπτέον. οὕτως Ἐπαφρόδιτος. *δὲ λίπ᾿ ]οὕτως Ἰωνικῶς τὸ λίπε. 36. *ῥ᾿ ]δασυντέον τὸ ἅ· ἄρθρον γάρ ἐστι· καὶ δύο μέρη λόγου, ἅ ῥα, ἃ δή. ἔμελλον] ἡ διπλῆ πρὸς τὸ σχῆμα, ὅτι ἔμελλον· ἡμεῖς δὲ ἐροῦμεν ἔμελλεν ἑνικῶς. καὶ ὅτι τὸ ἔμελλον ἀντὶ τοῦ ἐῴκεσαν. 41. θείη δέ μιν ἀμφέχυτ᾿ ὀμφή] ὅτι ὀμφὴ ἡ θεία κληδὼν, οὐ πᾶσα φήμη· διὸ καὶ ὁ Ζεὺς πανομφαῖος, ὁ κληδόνιος. ὀμφὴ δὲ ἡ τὸ ὂν φαίνουσα. λέγει δὲ ὅτι ἔναυλον εἶχε τὴν τοῦ ὀνείρου φωνήν. ἐμφαντικὸν δὲ τὸ ἀμφέχυτο πρὸς τὸ μηδὲν αὐτῆς ἐπιλελῆσθαι. 42. χιτῶνα] χιτὼν τὸ λεπτότερον ἱμάτιον, ὃ προφέρεται παρὰ τὸ οἱονεὶ περιχεῖσθαι αὐτὸ τῷ σώματι. ἰστέον δὲ ὅτι ἐπὶ μὲν ἀνδρὸς χιτῶνα λέγει, ἐπὶ δὲ γυναικὸς πέπλον.