Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.9-2
Not analysed yet
12. νῦν] τὸ νῦν τοὺς τρεῖς δηλοῖ χρόνονς, ἐνεστῶτα “νῦν γὰρ δὴ γένος ἐστί” καὶ παρεληλυθότα “νῦν ὤλετο πᾶσα περὶ χθών” καὶ μέλλοντα “νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει” (ΙΙ. 20, 307). ἕλοις] ὅτι Ζηνόδοτος χωρὶς τοῦ σ, ἕλοι. ἀπέστρεφε δὲ τὸν λόγον σχηματίσας, ὡς ἂν αὐτὸς ὁ ὄνειρος εἴποι πρὸς τὸν Ἀγαμέμνονα- οὕτως δὲ διὰ τοῦ ν τὸ πανσυδίῃ ὁ Ἀρίσταρχος, καὶ τὰ παρα- πλήσια τούτοις “ἄνστησον” (ΙΙ. 10, 176) καὶ “τάχα δ᾿ ἀνστή- σεσθαι ἔμελλεν” (ΙΙ. 2, 694). κἀν ταῖς πλείοσι δὲ καὶ χαριεστέραις τῶν ἐκδόσεων [πάντῃ κατὰ στρατόν] οὕτως εἶχον.