Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.10-5
Not analysed yet
24. *ὡς νῦν ἐπὶ δεκαστιχίαν. οἶμοι] κυρίως μὲν ὁδοὶ, νῦν δὲ αἱ ἄνωθεν διήκουσαι τοῦ θώρακος ῥάβδοι ἕως τῶν κάτω μερῶν· ῥαβδωτὸς γὰρ ἦν ὁ θώραξ. βαρύνεται δὲ τὸ οἶμος ὡς οἶκος. δοκεῖ δέ μοι κατά τινα ἀφορμήν· φιλεῖ γάρ πως τὰ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ ἀπὸ τῆς οι διφθόγγου ἀρχόμενα ιβαρύνεσθαι, ὁπότεπρὸ τῆς εἰς ος συλλαβῆς σύμφωνον ἢ σύμφωνα ὑπάρ- χει—φημὶ δὲ διὰ τὸ Οἰός· οὕτως γὰρ λέγεται δῆμος παρʼ Ἀθηναίοις κατʼ ὀξεῖαν τάσιν—οἷον οἶκος οἶτος οἶκτος οἶνος. οὕτως καὶ οἶμος.