Ancient Greek
1.3 to 1.9
Scholia in Homerum, Scholia in Iliadum 1.3-7-9
Not analysed yet
6. πρὸς τὰ περὶ τοῦ ναυστάθμου, ὅτι ἐν μέσῳ τὰς τοῦ Ὀδυσσέως ὑποτίθεται, ἐφʼ ἑκατέρου δὲ κέρατος τὰς Ἀχιλλέως καὶ Αἴαντος. ἑκάστῳ] ὅτι διὰ τὸ ἠλαττῶσθαι κατὰ τὴν κόλον μάχην νῦν μέγα σθένος ἑκάστῳ ἐντίθησι πρὸς τὸ πολεμεῖν, οὐχ ἵνα μὴ εἰς οἶκον ἀνα- κομισθῶσιν, ὡς ὁ διασκευάσας τοὺς ἑξῆς. 12. ἐπὶ τὸ καρδίῃ διασταλτέον· καὶ γὰρ τὸ σχῆμα γλαφυρὸν, Ἀχαιοῖσι καρδίῃ ἀντὶ τοῦ Ἀχαιῶν, καὶ μᾶλλον ἐμφαίνει τὸ ἄλλη- κτον τοῖς ἑξῆς προσδιδόμενον, ἵνʼ ᾖ ἀλλήκτως πολεμεῖν. τοῖς δὲ ἄνω συνάπτοντας ποιεῖν σθένος ἄλληκτον φαῦλον, ἐπεὶ προείρηται μέγα, ἀρκεῖ δὲ τὸ ἓν ἐπίθετον. 13. τοῖσι δʼ ἄφαρ πόλεμος] οὗτος καὶ ὁ ἑξῆς ἀθετοῦνται. παρά- κεινται δὲ ἀστερίσκοι, ὅτι κατὰ τὴν B ῥαψῳδίαν (453) ὀρθῶς κεῖνται, ὅτι ἐλπίδας ἔσχον ἀνακομιδῆς ἐπὶ τὴν πατρίδα. καὶ παρὰ Ἀρι- στοφάνει δὲ ἠθετοῦντο, παρὰ Ζηνοδότῳ δὲ οὐδὲ ἤσαν. 15. ζώννυσθαι] ὁπλίζεσθαι, συνεκδοχικῶς. 17. κνημῖδας μὲν πρῶτα] ὅτι ἐπανείληφεν ἐξεργαστικώτερον τὰ περὶ τὸν ὁπλισμὸν τοῦ Ἀγαμέμνονος, προεπιτηδεύων αὐτοῦ τὴν ἀριστείαν. 21. ὅτι οὕτως εἴρηκεν εἰς Κύπρον ἠκούετο, διὰ τὸ εἰς τόπον ἐκ τό- που διαγγέλλεσθαι, ὅμοιον τῷ “Σκάνδειάνδʼ ἄρα δῶκεν (Il. 10, 268). 22. ὅτι ἀνάπλουν τὸν ἐκ Πελοποννήσου εἰς Τροίαν πλοῦν λέγει.