Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ε.
Scholia in Homerum, Scholia in Iliadum 1.100-3
Not analysed yet
219. νὼ] τὸ νώ βαρυτονητέον. ἅπαξ δὲ ἐν Ἰλιάδι καὶ ἅπαξ ἐν Ὀδυσσείᾳ τῷ νώ ἐχρήσατο κατʼ αἰτιατικὴν πτῶσιν, ὥσπερ καὶ ἐνθάδε “νὼ ἀναβησόμενοι” (Od. 15, 475). ὁπότε μέντοι γε σὺν τῷ ῑ λέγεται, καὶ ἐπʼ εὐθείας αὐτὸ τάσσει καὶ ἐπʼ αἰτιατικῆς, καὶ προπερισπᾶται· “νῶϊ δʼ ἐγὼ Σθένελος” (Il. 9, 48) καὶ “οὐδʼ ἂν νῶϊ διαδράκοι ἠέλιός περ” (Il. 14, 344). περὶ δὲ τῆς τάσεως τοῦ μονοσυλλάβου, διὰ τί οὐ περιεσπάσθη, ἐν τῷ περὶ ἀντωνυμιῶν (p. 110 =370) δηλοῦται. καὶ τάχα ἐπεὶ οὐδὲν δυϊκὸν εἰς ῶ λῆγον περισπᾶται· οὕτως γὰρ ἔχει καὶ τὸ σφώ, τασσόμενον καὶ ἐπʼ εὐθείας καὶ ἐπʼ αἰτιατικῆς· καὶ παρʼ αὐτῷ “σφὼ δὲ μάλʼ ἠθέλετον ”(Il. 11, 782) “Ζεὺς σφὼ ἐς Ἴδην” (Il. 15, 146).