Ancient Greek
1.101 to 1.107
Scholia in Homerum, Scholia in Iliadum 1.101-2-107
Not analysed yet
222. *ὅτι ἐλλείπει ἡ διά· διὰ πεδίου γάρ. 223. ὅτι τοῦτό ἐστι τὸ “φόβον Ἄρηος φορεούσας ”(Il. 2, 767), τὴν ἐν πολέμῳ φυγήν· καὶ ὅτι τὸ φοβεῖσθαι καὶ φέβεσθαι ἐπὶ τοῦ φεύγειν Ὅμηρος τίθησιν, οὐκ ἐπὶ τοῦ κατὰ ψυχὴν δέους. 224. *ὅτι δύο ἵπποι. 226. σιγαλόεντα] ἤτοι εὐδιάσειστα, ἢ λαμπρὰ καὶ ποικίλα τῇ κατασκευῇ. τὰ μεγάλως καὶ ποικίλως κατεσκευασμένα. τὰ θαυ- μαστὰ καὶ σιωπὴν ἐκ τοῦ θαύματος ἐντιθέντα, οἱονεὶ σιγηλόεντά τινα ὄντα. 227. ἵππων ἀποβήσομαι] Ἀρίσταρχος ἀποβήσομαι δὲ ἵππων ἔφη, οἷον τῆς τῶν ἵππων φροντίδος· ἐπιφέρει γοῦν “ἠὲ σὺ τόνδε δέδεξε,” τὸν Διομήδη. Ζηνοδότειος δὲ ἡ διὰ τοῦ ε ἐπιβήσομαι. *οὕτως Ἀρίσταρχος ἀποβήσομαι διὰ τοῦ ᾶ. Et supra versum τῆς φροντίδος τῆς περὶ αὐτούς. 228. δέδεξο] ὅτι εἴωθε περιττεύειν τῇ συλλαβῇ, ὡς ἐπὶ τοῦ πεπί- θωνται λελάχωσιν. 230. *ἵππω] ὅτι β΄ ἵπποις ἐχρῶντο· διὸ καὶ δυϊκῶς λέγει.