Ancient Greek
1.100 to 1.109
Scholia in Homerum, Scholia in Iliadum 1.100-4-109
Not analysed yet
241. πάσας ἑξείης] ὅτι ἔν τισι γράφεται πᾶσι μάλʼ ἑξείης, κατὰ τὸ ἑξῆς λέγων τοῖς θεοῖς εὔχεσθαι, ἀλλὰ μὴ κατὰ τὸ τυχόν. 242. ἀλλʼ ὅτε δῆ] τὸ ἑξῆς, ἀλλʼ ὅτε δὴ Πριάμοιο, (251) ἔνθα οἱ ἠπιόδωρος· τὰ δὲ λοιπὰ ὡς διὰ μέσου λεγόμενα διορθωτέον. 243. ξεστῇς αἰθούσῃσι] στοαῖς ταῖς καταλαμπομέναις ὑπὸ του ἡλίου, ἢ αἰθούσαις διὰ τὸ αἴθεσθαι ἐν αὐταις φῶς τοῦ χειμῶνος, ἡ διὰ τὴν τοῦ ἡλίου βολήν. 244. ἔνεσαν] ὡς ἔλεξαν. οὕτως καὶ Ἀρίσταρχος· ἀληθὲς γάρ ἐστιν ὡς πᾶς παρῳχημένος δισύλλαβος, παθὼν κατὰ τὴν ἀρχὴν καὶ βραχεῖαν ἀναδεξάμενος, ἀναδίδωσι τὸν τόνον, κατεῖχε κάτεχε. οὕτως οὖν ἀνέγνωμεν “ἥμενον εἰσεῖδε” (ll. 14, 158) προπερισπω- μένως, τὸ δὲ ἕτερον “τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδʼ Ἀθήνην” (Od. 1, 118) προπαροξυτόνως. 246. *παρὰ μνηστῇς ἀλόχοισι] ἐν ἄλλῳ παῤ αἰδοίῃς ἀλό- χοισι. 248. *τέγεοι ὡς τέλεοι· τέγος γὰρ ὡς τέλος, καὶ τέγειος ὡς τέλειος. δώδεκʼ ἔσαν τέγεοι θάλαμοι] ὅτι ὑπερῷοι ἦσαν, διὸ τέγεοι, ἵνα μὴ διοδεύωνται. ἐπιμελῶς δὲ Ὅμηρος καὶ διὰ τὴς Ἰλιάδος καὶ διὰ τῆς Ὀδυσσείας τοὺς γυναικείους θαλάμους ὑπερῴους συνίστησιν. *παῤ αἰδοίῃσʼ ἀλόχοισιν] οὕτως Ἀρίσταρχος, παῤ αἰδοίῃσ᾿. *ἐν ἄλλῳ παρὰ μνηστῇσ᾿ ἀλόχοισι. 251. ἠπιοδωρος] δῶρον παρὰ τῆς φύσεως ἔχουσα τὸ εἶναι ἠπία, ὅτι κλαυθμυριζομένοις τοῖς παισὶ τὸν μαζὸν προτείνει. 252. *ὅτι πρὸς Λαοδίκην πορευομένη. “εἰς Ἀγαμέμνονα” (Il. 7,312). 255. δυσώνυμοι] οὐδὲ γὰρ ὄνομα αὐτῶν ὀνομάζειν θέλει, ὡς καὶ ἡ Πηνελόπη “κακοΐλιον οὐκ ὀνομαστήν” φησιν (Od. 19, 260). 257. *ἄκρης πόλιος] ὅτι διαλελυμένως ἄκρην πόλιν εἶπε τὴν ἀκρόπολιν.