Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ζ.
Scholia in Homerum, Scholia in Iliadum 1.110-2
Not analysed yet
260. δὲ κʼ αὐτός] τοῦτο διχῶς ἀναγινώσκεται. ὅσοι γὰρ ἡγοῦνται ἐγκεῖσθαι τὸν κε ἐγκλιτικὸν, ῥωννύουσι τοῦ δέ τὴν ὀξεῖαν, ὡς καὶ ὁ Ἀσκαλωνίτης· οὕτως γὰρ καὶ τὸ ἐν τῇ Ὀδυσσείᾳ (3, 255) ἀνα- γινώσκει “ἤτοι μὲν τόδε κʼ αὐτὸς ὀΐεαι.” ὅσοι δὲ τὸν καί κατὰ κρᾶσιν καὶ ἔκθλιψιν, καὶ αὐτός—καὐτός, ἐγκλίνουσι τὸν δέ. *τὸ δὲ καὐτός διχῶς, καὶ βαρέως καὶ ὀξέως. *ὅτι τὸ πλῆρές ἐστι κε αὐτός. Ὁμηρικὸν δὲ τὸ τὸν κε περιττὸν εἶναι.