Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Θ.
Scholia in Homerum, Scholia in Iliadum 1.100-5
Not analysed yet
233. *Τρώων ἀνθʼ ἑκατόν] πρὸς τὴν ἀνάγνωσιν, ὅτι οὕτως προενεκ- τέον. Τρώων ἄνθʼ ἑκατόν τε] ἐπὶ τὴν ανθʼ συλλαβὴν ἡ ὀξεῖα, ἵνα τὸ πλῆρες ᾖ ἄντα. οὕτως δὲ ἀξιοῖ Δημήτριος ὁ γονύπεσος· καὶ ἐμοὶ δὲ οὕτως ἀρέσκει. τὸ τῆς διανοίας, ἄντικρυς γὰρ Τρώων ἑκατὸν καὶ διηκοσίων εἷς ἕκαστος στήσεσθαί φησιν. οὐ γὰρ κωλύεται ἡ τοῦ ἄντα σύνταξις, εἴ γε ἐπὶ γενικὴν φέρεται.