Ancient Greek
1.101 to 1.102
Scholia in Homerum, Scholia in Iliadum 1.101-3-102
Not analysed yet
235. Ἕκτορος ὃς τάχα νῆας] ὅτι ἐκλύει καὶ ἀπαμβλύνει τὸν ὀνειδισμὸν ὁ στίχος· κρείσσων γὰρ καθολικώτερον ἐᾶσαι, οὑδήποτε ἀνδρὸς, ἀλλʼ οὐχὶ τοῦ διαφορωτάτου. ἧττον ἄν φησιν Ἀρίσταρχος ὀνειδιστικὸν εἶναι, εἴπερ οὕτως ἐγέγραπτο “Ἕκτορος, δὴ κῦδος Ὀλύμπιος αὐτὸς ὀπάζει.” ἠθέτητο δὲ καὶ παρὰ Ἀριστοφάνει. 239. ἔρρων] ὅτι τὸ ἔρρων οὐκ ἔστι ψιλῶς παραγινόμενος, ἀλλὰ μετὰ φθορᾶς· δυσαρεστεῖ γὰρ τῇ παρουσίᾳ.