Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ι.
Scholia in Homerum, Scholia in Iliadum 1.100-6
Not analysed yet
182. τὼ δὲ βάτην] ὅτι ἐπὶ Ὀδυσσέως καὶ Αἴαντος τὸ δυϊκόν· κεχώρισται γὰρ ὁ Φοῖνιξ μετὰ τὴν Νέστορος ἐντολὴν, οὗτοι δὲ μετὰ ταῦτα. ζητοῦμεν δὲ εἰ καὶ Φοῖνίξ ἐστι πρεσβευτής. καί φασιν οἱ μὲν δύο πρεσβεύειν, Αἴαντα καὶ Ὀδυσσέα, Φοίνικος προεληλυθότος οὐκ εἰς τὸ πρεσβεύειν, ἀλλʼ εἰς τὸ συλλαβέσθαι· καὶ διὰ τοῦτο ὁ ποιητὴς δυικοῖς κέχρηται· καὶ “χαίρετον, ὦ φίλοι” (197). ἔνιοι δὲ λέγουσι συμπεπρεσβευκέναι καὶ Φοίνικα, καὶ οὐδὲν εἶναι τεκμήριον τὸν παρὰ τῷ ποιητῇ ἀριθμόν· πολλάκις γὰρ καὶ ἐπὶ πλειόνων αὐτὸν τετάχθαι, ὡς καὶ ἐπὶ τοῦ “μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ ἆσσον ἰόντε” (Il. 1, 567) καὶ ὡς ἐπὶ τοῦ “τὼ κούρω κρινθέντε δυωκαιπεντήκοντα” (Od. 8, 48).