Ancient Greek
1.95 to 1.99
Scholia in Homerum, Scholia in Iliadum 1.95-4-99
Not analysed yet
168. ὅτι ὁ Φοῖνιξ προέρχεται καὶ οὐ συμπρεσβεύει τοῖς περὶ τὸν Ὀδυσσέα, ὥστε μὴ συγχεῖσθαι διὰ τῶν ἑξῆς τὰ δυϊκά. 169. ἡ διπλῆ, ὅτι τὸ ἔπειτα Ἀρίσταρχος ἀντὶ χρονικοῦ παρα- λαμβάνει, ἀντὶ τοῦ μετὰ ταῦτα, ὡς καὶ “Ἑρμείας μὲν ἔπειτα” (Od. 10, 307). βούλεται γὰρ πρῶτον τὸν Φοίνικα ἀπεληλυθότα εἰς τὸ σκήνωμα, εἶτα τὸν Ὀδυσσέα καὶ τὸν Αἴαντα ὡς πρεσβεύοντας. ὁ δὲ Κράτης τὸ ἔπειτα ἀντὶ τοῦ δή συνδέσμου λαμβάνει. 170. Εὐρυβάτης] ὅτι οὐ τὸν Ἀγαμέμνονος (Il. 1, 320) ὑπολη- πτέον νῦν λέγεσθαι, ἀλλὰ τὸν Ὀδυσσέως (Il. 2, 184), ἐπεὶ κἄν ἐξωρ- γίσθη, τῆς διʼ αὐτοῦ γενομένης ἀφαιρέσεως ὑπομνησθείς. *ἑπέσθων] ἀντὶ τοῦ ἑπέσθωσαν. γράφεται δὲ καὶ χωρὶς τοῦ ν. 171. *φέρτε] ὅτι συγκέκοπται ἀντὶ τοῦ φέρετε. 180. δενδίλλων] διανεύων τοῖς ὀφθαλμοῖς. ότι παρόντος τοῦ Φοίνικος ἔτι ταῦτα ὁ Νέστωρ ποιεῖ, διὸ καὶ ἁρμόσει τὸ ἐς ἕκα στον πληθυντικῶς εἰσενηνεγμένον, καὶ οὐκ εἰς ἑκάτερον, ὅπερ ἐπὶ δύο τίθεται, καὶ τὸ μάλιστα ὑπερθετικῶς εἰρη- μένον. οὐ γὰρ παρῆν Φοῖνιξ, ἐπεὶ καταισχύνεται διὰ τοῦ “Ὀδυσσῆι δὲ μάλιστα.”