Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.101
Not analysed yet
149. κερδαλεόφρον] παροξυτόνως ἡ κλητική. καὶ καθόλου τὰ παρὰ τὸ φρήν συντεθέντα, εἰς ων καταλήξαντα, ἐπὶ κλητικῆς παρ- οξύνεται, Λυκόφρον, “καρτερόθυμε δαίφρον” (Il. 5, 277). τὰ δὲ ἄλλα ἐπὶ κλητικῆς ἀναδίδωσι τὸν τόνον, ὁπότε ἐστὶ σύνθετα εἰς ον βαρύτονα, Ἀγάμεμνον, ὀλβιόδαιμον, κυλλοπόδιον, Ποσείδαον. ἔνθεν παράλογος ἡ Λακεδαῖμον προπερισπωμένη κλητική. τὰ κέρδεα ἀπλᾶ μὲν ὄντα μέσα ἐστὶ, συντιθέμενα δὲ ψόγον δηλοῖ. ὡς ὄψα ἐσθίειν καὶ ὀψοφαγεῖν. φησὶ γοῦν “κέρδεά θʼ οἷ᾿ οὔ πώ τινʼ ἀκούομεν” (Od. 2, 118).