Ancient Greek
1.90 to 1.100
Scholia in Homerum, Scholia in Iliadum 1.90-100
Not analysed yet
131. μηδʼ οὕτως ἀγαθός περ] ὅτι ἰδίως κέχρηται τῷ πέρ συν- δέσμῳ, ἀντὶ τοῦ γέ ἢ τοῦ δή. θεοείκελʼ Ἀχιλλεῦ] εὐειδὴς γὰρ παρὰ πάντας τοὺς ἥρωας ὁ Ἀχιλλεὺς καὶ γυναικοπρόσωπος, ὡς καὶ εἰς τὸν Λυκομήδους παρθε- νῶνα εἰσελθόντα αὐτὸν ἀγνοηθῆναι ὅτι εἴη ἀνήρ. 133, 134. ἢ ἐθέλεις, ὄφῤ] ἀθετοῦνται, ὅτι εὐτελεῖς τῇ συνθέσει καὶ τῇ διανοίᾳ, καὶ μὴ ἁρμόζοντες Ἀγαμέμνονι. *ἐσχημάτισεν οὐχ ὁμοίως, τῷ αὐτός ἐπενεγκὼν αὐτὰρ ἔμʼ αὕτως. 136. ἄρσαντες] Ἀρίσταρχος δασύνει· ἔνθεν γάρ φησι γεγονέναι καὶ τὸ ἅρμα. ὁ δὲ Ἡρωδιανὸς ψιλοῖ, λέγων ἀπὸ τοῦ ἄρω, οὗ ὁ μέλλων Αἰολικῶς ἄρσω· τὸ δὲ ᾱ καὶ τὸ ε, πρὸ τοῦ ρ ὄντα, ἑτέρου φωνήεντος ἐπιφερομένου ψιλοῦται. 137. *ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι] ὅτι περισσεύει ὁ τε σύνδεσμος. καὶ τὸ ῥῆμα ἤλλακται, ἕλωμαι ἀντὶ τοῦ ἑλοίμην. οὕτως δὲ γίνεται περισσὸς ὁ “ἄξω ἑλών.” 139. ἄξω ἑλών] ἀθετεῖται, ὅτι πλήρης ὁ λόγος, ἀλλαγῆς γενο- μένης τοῦ ῥήματος, ἕλωμαι ἀντὶ τοῦ ἑλοίμην. καὶ εὔηθες τὸ προσ- κείμενον “ὁ δέ κεν κεχολώσεται·” πῶς γὰρ οὐκ ἔμελλε χολοῦσθαι; 141. *ἐρύσσομεν] ὅτι τὸ ἐρύσσομεν ἐστὶν ἀντὶ τοῦ ἐρύσσωμεν· συνέσταλται γάρ. 142. *ἐς] διὰ τοῦ ν Ἀρίσταρχος, ἐν δʼ ἐρέτας. 143. θείομεν] ὅτι Ζηνόδοτος αὐτὸν ἠθέτηκεν. ἀναγκαῖος δὲ ὁ περὶ τῆς Χρυσηΐδος λόγος· ταύτης γὰρ ἕνεκα ἐγένετο καὶ ὁ λοιμός. 144. *βραχὺ διασταλτέον ἐπὶ τὸ ἀρχός, ἵνʼ ᾖ ἀνὴρ βουληφόρος ἀρχὸς ἔστω. 147. ὄφρʼ ἥμιν] οὕτως ὀξυτόνως τὴν ἄρχουσαν τοῦ ἥμιν· ἁπλῆ γάρ ἐστιν. ἐκτατέον δὲ καὶ τὴν τελευταίαν· δεῖ γὰρ ῥωννύναι μᾶλ- λον τὸ μέτρον. 148. τὸν δʼ ἄῤ ὑπόδρα ἰδών] τὸ σημεῖον, ὅτι εἰκὸς ἦν διαπεπυ- ρῶσθαι τὸν Ἀχιλλέα, ὅτε ἔλεγεν ὁ Ἀγαμέμνων “ἢ τεὸν ἢ Αἴαντος.” ὁ δὲ ποιητὴς διαστηματικὸς ὢν οὐκ ἠδυνήθη εἰπεῖν, μέχρις οὗ συγ- κλείσῃ τὸν Ἀγαμέμνονος λόγον.