Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ M.
Scholia in Homerum, Scholia in Iliadum 1.101-5
Not analysed yet
228. ἀμφίβολον. εἰ μὲν ὑφʼ ἕν τις λέγοι “ὃς σάφα θυμῷ εἰδείη τεράων καί οἱ πειθοίατο λαοί,” καὶ τοῦτο παρειληφὼς εἰς ἀξιοπιστίαν ἔσται τοῦ μάντεως. εἰ δὲ χωρίζοιτο τῇ ἀνυποκρίτῳ ὑποστιγμῇ, ἐκεῖνο μὲν ἔσται διὰ μέσου “ὅς σάφα θυμῷ εἰδείη τεράων,” τὸ δὲ ἐξῆς, ὁδέ χʼ ὑποκρίναιτο θεοπρόπος καί οἱ πειθοίατο λαοί. οὕτως ἂν ἀποκρίναιτο μάντις, καὶ αὐτῷ πεισθείη τὸ πλῆθος. *ὑποκρίναιτο] ὅτι ἀντὶ τοῦ ἀποκρίναιτο.