Ancient Greek
1.102 to 1.109
Scholia in Homerum, Scholia in Iliadum 1.102-4-109
Not analysed yet
230. ὅτι Ζηνόδοτος γράφει τὸν δʼ ἠμείβετ’ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ. βέλτιον δὲ τὸν δʼ ἄρ’ ὑπόδρα ἰδών· εὐθέως γὰρ τὸ δυσάρεστον ἐμφαίνει διὰ τῆς ὄψεως. 231. Πονλυδάμα] αἱ Ἀριστάρχου χωρὶς τοῦ ν, παρὰ τὴν ἀναλο- γίαν· Ζηνόδοτος δὲ καὶ λαμαιλέων σὺν τῷ ν, Πουλυδάμαν. 236. βουλέων] ἡ πρώτη λέξις ὑπὸ τῆς συνηθείας τοῖς ἄνω προσ- δίδοται· δύναται δὲ καὶ τοῖς ἑξῆς. 239. εἶτʼ ἐπὶ δεξί] ὅτι δύο διαστάσεις οἶδεν Ὀμηρος κοσμικὰς. ἀνατολὴν καὶ δύσιν· καὶ δεξιὰ μὲν τὰ πρὸς ἀνατολὰς, ἀριστερὰ δὲ τὰ πρὸς δυσμὰς λέγει. 243. εἴς οἰωνὸς ἄριστος] εἴ τις βούλοιτο ἐπὶ τὸ ἄριστος βραχὺ διαστέλλειν, τάχʼ ἂν εἴη σαφέστερον τὸ λεγόμενον. 246. *ἐπʼ Ἀργείων] παρὰ Ζηνοδότῳ νηυσὶν ὑπʼ Ἀργείων. 253. ὅτι διὰ τῶν ἀποτελουμένων φανερὸν ὅτι τὴν αἰγίδα ἔσεισεν ὁ Ζεύς. 254. ὅτι τὸ ἰθύς τοπικῶς τίθησιν, ἀντὶ τοῦ ἐπʼ εὐθείας καταν- τικρὺ τῶν νεῶν.