Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Η.
Scholia in Homerum, Scholia in Iliadum 1.102-3
Not analysed yet
276. Ταλθύβιός τε καὶ Ἰδαῖος] ὁ μὲν Ἰδαῖος εἰκότως προσέρ- χεται, τὸν Ἕκτορα σώσων κινδυνεύοντα· ὁ δὲ Ταλθύβιος οὐκέτι, τὴν νίκην τοῦ Αἴαντος ἀφαιρούμενος. φαμὲν δὲ ὅτι οὐδέπω ἀκριβὴς ἦν ἡ νίκη περὶ τὸν Αἴαντα· ἐπὶ ξίφη γὰρ αὐτοὺς ὁρμῆσαι λέγει, ἔνθα τύχης, οὐ τέχνης κρίσις· ἀπὸ ἴσου γὰρ ἡ κρίσις. ἔτι τε καὶ τὸν Ἕκτορα ὁρᾷ ὑπὸ θεῶν βοηθούμενον· ἀλλὰ καὶ διὰ τὸ τῆς νυκτὸς κατάστημα. *ὅτι πρὸς τὸ δεύτερον πρῶτον· ὁ γὰρ Ταλθύβιός ἐστιν Ἀχαϊκός.