Ancient Greek
1.103 to 1.122
Scholia in Homerum, Scholia in Iliadum 1.103-3-122
Not analysed yet
282. ὅτι ἐντεῦθεν εἰς τὰ ἑξῆς (293) μετενήνεκται· ὁ μὲν γὰρ κῆ- ρυξ αἰτίαν λέγει διʼ ἣν οὐ πολεμητέον, ὁ δὲ Ἕκτωρ ἑαυτὸν μετὰ προ- φάσεως μὴ συλλυέτω. πιθέσθαι] παροξυντέον· μέσος γάρ ἐστι δεύτερος ἀόριστος. 285. *αὐτὸς γὰρ] ἐν ἄλλῳ οὗτος γάρ. 289. πινυτήν] Ἀρίσταρχος ὡς καλήν, καὶ ἐπεκράτησεν οὕτως ἡ παράδοσις. ὑποστικτέον πινυτήν, ἵνα περισσὸς ὁ σύνδεσμος ᾖ· ἢ ὑποστικτέον καὶ κατὰ τὸ τέλος τοῦ στίχου, ἵνα γένηται ἀνταπόδοσις αὕτη, νῦν μὲν παυσώμεσθα. 290. *ἐν ἄλλῳ νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα. 293. *ὅτι ἀπὸ τοῦ λόγου τοῦ κήρυκος (282) μετενήνεκται. 295. ἀθετεῖται ὡς καθαιρῶν τὰ προειρημένα “ὡς σύ τʼ ἐϋφρήνῃς πάντας.” ἔχει δὲ καὶ διλογίαν ἔτας καὶ ἑταίρους. 298. θεῖον δύσονται ἀγῶνα] ὅτι οὕτως τὴν ἄγυριν καὶ συναγωγὴν τῶν θεῶν, διὰ τὸ πολλῶν θεῶν ἐν ταὐτῷ εἶναι ἀγάλματα. 303. δῶκε ξίφος] σημειοῦνταί τινες ὅτι ἀφώπλισεν ἑαυτὸν δοὺς τὸ ξίφος ὁ Ἕκτωρ. 304. *ἐϋτμήτῳ] Ἄρίσταρχος διὰ τοῦ κ, ἐϋκμήτῳ. 305. φοίνικι φαεινόν] ὅτι ἀντὶ τοῦ φοινικῷ ἄνθει πεφωτισμένον, ὅ. ἐστι κεχρωτισμένον. 306. τὼ δὲ διακρινθέντε ὁ μὲν] ὅτι οὕτως εἴρηκεν ἀντὶ τοῦ τῶν δὲ διακριθέντων ὁ μέν, ὅ δέ. καὶ ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήν- τηκεν. 308. ὡς εἶδον ζωόν] οἷον ἀνέλπιστον πρᾶγμα. καλῶς δὲ ἐπὶ μὲν Ἕκτορος τὴν ἀνέλπιστον σωτηρίαν ἐδήλωσεν, ἐπὶ δὲ Αἴαντος τὴν ἐπὶ τῇ νίκῃ ἡδονήν. 310. *ἀελπτέοντες] οὐκ ἐλπίζοντες, ἀλλʼ ἀπεγνωκότες. 312. *εἰς Ἀγαμέμνονα] ὅτι ἀντὶ τοῦ πρὸς Ἀγαμέμνονα. 314. *τοῖσι δὲ] ὅτι ὁ δέ περισσός. 319. *πόνου] ὅτι ἀντὶ τοῦ ἔργου. 328. *πολλοὶ γάρ] ὅτι ἀπὸ τοῦ γάρ αἰτιώδους εἰσέβαλεν ἀρ- χαικῶς. 330. ψνχαὶ δʼ Ἄϊδόσδε κατῆλθον] ὅτι συμφώνως τῷ κατὰ τὴν ἀρχὴν τῆς Ἰλιάδος (1, 3) “πολλὰς δʼ ἰφθίμους φυχάς.” οὐκ ἄρα γραπτέον κεφαλάς. 331. *τὸ σέ παρελκει. 333. *κατακήομεν] ὅτι οἱ ἀρχαῖοι ἔκαιον τὰ σώματα.