Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.103
Not analysed yet
153. δεῦρο μαχησόμενος] βέλτιον ἐπὶ τὸ δεῦρο διαστέλλειν, ἵνʼ ἡ ἤλυθον δεῦρο, ***ἐπεὶ σόλοικόν ἐστι, τὴν εἰς τόπον σχέσιν δηλοῦντος τοῦ ἐπιρρήματος. δύναται δʼ ἴσως τις λέγειν ὡς καὶ τὴν ἐν τόπῳ σχέσιν δηλοὶ ἐν Ὀδυσσεία “πωλεῖταί τις δεῦρο γέρων ἄλιος ”(Od. 4, 384)· σημαίνει δὲ ἀντὶ τοῦ ἀναστρέφεται ἐν τούτῳ τῷ τόπῳ. βέλτιον δέ ἐστι τὸ πρότερον, ἐπεὶ καὶ ἐκεῖ τὴν εἰς τόπον σχέσιν μᾶλλον δηλοῖ, ἀντὶ τοῦ παραγίνεται πολλάκις ἐνθάδε.