Ancient Greek
1.104 to 1.107
Scholia in Homerum, Scholia in Iliadum 1.104-107
Not analysed yet
154. οὐ γὰρ πώποτʼ] οὕτως ὑφʼ ἓν, πώποτε, Ἀρίσταρχος. ἀεὶ δὲ τὸ πώποτε ἐν συνθέσει ἂν ἐπὶ παρῳχημένου παραλαμβάνεται, οὐδέποτε δὲ ἐπὶ μέλλοντος. 156. *περισπαστέον τὸν ἡ· ἔστι γὰρ βεβαιωτικός. 157. *σκιόεντα] σκιόωντα διὰ τοῦ ω Ἀρίσταρχος. θάλασσά τε ἠχήεσσα] ὁ λόγος, οὐδέποτε ἠδίκησάν με οἱ Τρῶες, ἐπειδὴ μεταξὺ Φθίας καὶ Πελοποννήσου πολλά ἐστι μέγιστα ὄρη καὶ πολλὴ θάλασσα, ὡς μήτε ὑπήκοόν με σοὶ εἶναι μήτε ἀστυ- γείτονα. 159. τιμὴν ἀρνύμενοι] ὅτι Ζηνόδοτος γράφει τιμὴν ἀρνύμενος, καὶ τὸν ἑξῆς ἠθέτηκεν. ἠγνόηκε δὲ ὅτι ἡ τιμὴ νῦν ἀντὶ τῆς τιμωρίας κεῖται· καὶ τὸ ἀρνύμενος οὐκ ἔστι λαμβάνων, ἀλλʼ ἀντὶ τοῦ εἰσπρατ- τόμενος παρὰ Τρώων.