Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Θ.
Scholia in Homerum, Scholia in Iliadum 1.103-4
Not analysed yet
240. δημόν] δημόν Ἀρίσταρχος κατʼ ὀξεῖαν τάσιν ἐπὶ τοῦ λίπους· τὸ γὰρ ἐπὶ τοῦ πλήθους βαρύνει. οὕτως καὶ ὁ Ἀσκαλωνίτης, λέγων τὸ μὲν παρὰ τὸ δέμας γεγενῆσθαι, οἱονεὶ σῶμά τι τυγχάνον, ἢ παρὰ τὸν δασμόν· τὸ δὲ ἐπὶ τοῦ λίπους παρὰ τὸ δαίω· εὔκαυστον γὰρ τό λίπος. δύναιτο δʼ ἄν τις καὶ ἄλλως ἐτυμολογεῖν, εἰ παρὰ τὸ δέω γένοιτο, δέεμος, καὶ ἐν συναλοιφῇ δῆμος, τὸ συνδεδεμένον πλῆθος· τὸ γὰρ ἐναντίον λύη ἀπὸ τῆς διαλύσεως.