Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Κ.
Scholia in Homerum, Scholia in Iliadum 1.104-3
Not analysed yet
224. σύν τε δύʼ ἐρχομένω] πρὸς τὸ σχῆμα, ὅτι ὅμοιόν ἐστιν ἐκείνῳ “ἄμφω δʼ ἑζομένω” (Il. 3, 210). συνερχόμενοι δύο ἀντὶ τοῦ συνερχομένων. ἔνιοι δὲ μὴ νοήσαντες τὸ ν προστιθέασι, κακῶς. ἄλλως. ἀντὶ τοῦ δυεῖν συνερχομένων ὁ ἕτερος πρὸ θατέρου πολλά- κις ἐλογίσατο· ἢ ὑπὲρ τοῦ ἑτέρου, ὡς “πρό τε παίδων καὶ πρὸ γυναικῶν”(Il. 8, 57). μάλα καλῶς ἡμᾶς ἐδίδαξε κοινωνεῖν ἀλλήλοις ἐν ταῖς βουλαῖς. ὁ μὲν γὰρ εἷς τάχα μὲν οὐδὲ νοήσει ῥᾳδίως, εἰ δὲ καὶ τοῦτο, ἀλλʼ ἀνόνητα· οἱ δὲ δύο στερροποιοῦσιν ἀλλήλους τῇ κοινωνίᾳ.