Ancient Greek
1.105 to 1.108
Scholia in Homerum, Scholia in Iliadum 1.105-2-108
Not analysed yet
225. οὕτως Ἀρίσταρχος, μοῦνος δʼ εἴπερ τε, καὶ οἱ ἀπὸ τῆς σχολῆς. ὅτι περισσὸς ὁ τέ. 226. ὅτι οἱ γλωσσογράφοι βράσσων ἀντὶ τοῦ ἐλάσσων ἀπὸ τοῦ βραχύς· ἀλλʼ οὐδαμοῦ κέχρηται τούτῳ Ὅμηρος. ἀποδοτέον οὖν βρασσόμενος, ταρασσόμενος διὰ τὸ δέος, οὐχ ἑστηκὼς διὰ τὴν ἀγω- νίαν. ἅπαξ δὲ ἐνταῦθα κέχρηται τῇ λέξει. 231. ὅτι τλήμονα οἱ νεώτεροι τὸν ἀτυχῆ, ὁ δὲ Ὅμηρος τὸν τλη- τικὸν, τὸν ὑπομενητικόν. 240. ἀθετεῖται, ὅτι περισσὸς ὁ στίχος καὶ παρέλκων, καὶ μὴ ἐπιλεγόμενος ἀπαρτίζει τὴν διάνοιαν. ἡ δὲ διπλῆ, ὅτι ἔξωθεν ἐκ τοῦ ἰδίου προσώπου ἀναφωνεῖ, ὡς καὶ τὸ “νήπιος, οὐδʼ ἄρʼ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας” (Il. 12, 113). οὐδὲ ἐν τῇ Ζηνοδότου δὲ ἦν.