Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Θ.
Scholia in Homerum, Scholia in Iliadum 1.105
Not analysed yet
247. τελειότατον] μέγιστον, ἢ ἐντελῆ σημεῖα φαίνοντα, ἐπιτε- λεστικώτατον. λέγεται δὲ κατὰ τὴν τοῦ Διὸς γένεσιν τὸν ἀετὸν γεννηθῆναι, ἔν τε τῇ πρὸς τοὺς γίγαντας μάχῃ παραπτῆναι· διόπερ ἐν τῇ διανεμήσει τῶν πτηνῶν Ζεὺς τὸν ἀετὸν εἵλετο, καὶ προστάτ- τει καὶ ἀγγέλῳ αὐτῷ χρῆται πρὸς ἐκείνους οὓς ἐπιφανείας ἀξιοῖ· ὅθεν καὶ ἀετὸς ἐκλήθη, οὐχ ὤς τινες παρὰ τὸ ἀίσσειν, ἀλλὰ παρὰ τὸ τὸ ἐτεὸν δηλοῦν, τὸ ἀληθές.