Ancient Greek
1.106 to 1.116
Scholia in Homerum, Scholia in Iliadum 1.106-116
Not analysed yet
249. *κάββαλε νεβρόν] ἐν ἄλλῳ θήκατο νεβρόν. 250. τινὲς τῷ ὑπὸ πάντων φωνουμένῳ, παρόσον αὐτός ἐστιν ὁ ἀήρ. ὅτι οὐκ ἔστι καθολικὸν ἐπίθετον ὁ πανομφαῖος, ὁ κληδόνιος καὶ πασης κληδόνος παραίτιος· καὶ ὅτι ἅπαξ ἐνταῦθα τὸ ἐπίθετον. 257. *φύγαδε ὡς οἴκαδε. 260. *ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ] ἐν ἄλλῳ ὑπερώησαν δέ οἱ ἵπποι. 261. *τάφρον ἐξήλασαν δηλονότι. 266. ὅτι πάντων ὑποστρεψάντων μόνος ὁ Ὀδυσσεὺς παρέμεινε πρὸς ταῖς ναυσὶν, ὥστε τὸ ἐπάνω εὐκρινὲς γίνεσθαι, τὸ “ὣς ἔφατʼ οὐδʼ ἑσάκουσεν” (97), ὅτι ἑκουσίως παρεπέμψατο. *παλίντονα τόξα τιταίνων] εἰς τοὐπίσω τεινόμενα· εἶδος δὲ τοξείας. 267. *στῆ δὲ παρʼ Αἴαντος] γρ. στῆ δʼ ἄρ’ ὑπʼ Αἴαντος. 269. βραχὺ διασταλτέον ἐπὶ τὸ παπτήνας, ὑποστικτέον δὲ ἐν ὑποκρίσει βεβλήκει. 270. *βεβλήκει] Ἀρίσταρχος βεβλήκοι. *ὅτι σαφῶς ἀντὶ τοῦ ἐκ βολῆς ἐπιτύχοι. 276. Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον] ψιλωτέον πάντα, ἵνα κύρια γένηται· παραιτητέον δὲ τοὺς διαλύοντας τὸ Ἀμο- πάονα· πιθανώτερον γάρ ἐστι κύριον αὐτὸ παραλαβεῖν, ἵνα τὸ προκεί- μενον αὐτοῦ πατρωνυμικὸν τνγχάνη. *Ἀμοπάονα] τὸ Ἀμοπάονα ἐν ἑνὶ μέρει λόγου ἀναγνωστέον. κύριον γάρ. 283. ἡ σέ ἀντωνυμία ἐγκλιτική ἐστι· τὸ δὲ ὅ παρὰ τῷ ποιητῇ κείμενόν ἐστιν ἀντὶ τοῦ ὅς.