Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.108
Not analysed yet
160. πρὸς Τρώων τῶν οὔ τι μετατρέπει] τινὲς ἐπὶ τὸ Τρώων στίζουσι, καὶ τὸ ἐπιφερόμενον μόριον ἐπὶ τὰ προειρημένα πράγματα, οὐκ ἐπὶ τοὺς Τρῶας ἔχειν τὴν ἀναφορὰν βούλονται. ἐὰν μέντοι ἐπὶ τὸ Τρώων ἀναφέρηται καὶ ἀντὶ ὑποτακτικοῦ τοῦ ὧν κέηται, βραχὺ διαστελοῦμεν ἐπὶ τὸ Τρώων, ὡς ἐπὶ τοῦ “οὐλομένην ἣ μυρίʼ Ἀχαιοῖς.” τῶν οὔ τι μετατρέπει οὐδʼ ἀλεγίζεις] ἤτοι τῶν πεπραγμένων εἰς τὴν σὴν χάριν, ἢ τῶν ἀκολουθησάντων. δύναται δὲ καὶ ὑπὲρ τῶν Τρώων ἀκούεσθαι, ἵνʼ ᾖ ὧν οὐκ ἀλεγίζεις τῶν ἐπικειμένων πολεμίων. *Ἰακῶς τὸ μόγησα αἱ Ἀριστάρχου.