Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ε.
Scholia in Homerum, Scholia in Iliadum 1.108-3
Not analysed yet
231. *ταῦτα ἀφ᾿ ἑτέρας ἀρχῆς. εἰωθότι] οὕτως εἰωθότι καὶ Ἀρίσταρχος καὶ σχεδὸν ἅπαντες· μᾶλλον γάρ φησιν ὑπὸ τῷ ἐθάδι καὶ συνήθει ἡνιόχῳ οἴσειν τοὺς ἵππους τὸ ἅρμα. καὶ τὴν αἰτίαν ἐπιφέρει “μὴ τὼ μὲν δήσαντε μα- τήσετον οὐδὲ θέλητον ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντες.” τοιοῦτό ἐστι καὶ τὸ ἐν τῇ Δολωνείᾳ “ἀήθεσσον γὰρ ἔτʼ αὐτόν” (Il. 10, 493). διὰ τοῦτό φασιν ἔνιοι καὶ τὸν Τηλέμαχον τῷ Πεισι- στράτῳ κελεύειν ζεῦξαι τοὺς ἵππους (Od. 15, 46). εἴη δʼ ἂν ὁ τοῦ Αἰνείου ἡνίοχος κατὰ τὸ σιωπώμενον καταβεβηκὼς, καὶ ἔστι παῤ Ὁμήρῳ πολλὰ τοιαῦτα.