Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.108-4
Not analysed yet
227. γήμας δʼ] βραχὺ διασταλτέον μετὰ τὸν σύνδεσμον, πρὸς τὸ σαφέστερον· καὶ ὅτι καθʼ ὑπερβολὴν ἐμφαίνει τὸ ὑπόγυιον τοῦ γά- μον καὶ τὴν περὶ τὸν πόλεμον σπουδὴν καὶ τὸ οἰκτρὸν τῆς ἀναι- ρέσεως. μετὰ κλέος ἵκετʼ Ἀχαιῶν] ὡς νέος καὶ νεωτέρων πραγμάτων ἐρῶν· φιλοπόλεμοι γὰρ οἱ νέοι, ὡς καὶ Πίνδαρος “γλυκὺς ἀπείρῳ πόλεμος, ἐμπείρων δέ τις ταρβεῖ προσιόντα.” *ἡ γὰρ ἦττα τούτου δόξα τῶν Ἑλλήνων ἐγίνετο.